호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα μὲν ἀπὸ Περσέων τὰ πρὸς ἑσπέρην τῆς Ἀσίης ἔχοντα ἐστί:? τὰ δὲ κατύπερθε Περσέων καὶ Μήδων καὶ Σασπείρων καὶ Κόλχων, τὰ πρὸς ἠῶ τε καὶ ἥλιον ἀνατέλλοντα, ἔνθεν μὲν ἡ Ἐρυθρὴ παρήκει θάλασσα, πρὸς βορέω δὲ ἡ Κασπίη τε θάλασσα καὶ ὁ Ἀράξης ποταμός, ῥέων πρὸς ἥλιον ἀνίσχοντα. μέχρι δὲ τῆς Ἰνδικῆς οἰκέεται Ἀσίη:
τὸ δὲ ἀπὸ ταύτης ἔρημος ἤδη τὸ πρὸς τὴν ἠῶ, οὐδὲ ἔχει οὐδεὶς φράσαι οἱο῀ν δή τι ἐστί.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기