- 텍스트

Herodotus, The Histories, book 4, chapter 1

(헤로도토스, The Histories, book 4, chapter 1)

μετὰ δὲ τὴν Βαβυλῶνος αἱρ´εσιν ἐγένετο ἐπὶ Σκύθας αὐτοῦ Δαρείου ἔλασις:? ἀνθεύσης γὰρ τῆς Ἀσίης ἀνδράσι καὶ χρημάτων μεγάλων συνιόντων, ἐπεθύμησε ὁ Δαρεῖος τίσασθαι Σκύθας, ὅτι ἐκεῖνοι πρότεροι ἐσβαλόντες ἐς τὴν Μηδικὴν καὶ νικήσαντες μάχῃ τοὺς ἀντιουμένους ὑπῆρξαν ἀδικίης. τῆς γὰρ ἄνω Ἀσίης ἦρξαν, ὡς καὶ πρότερον μοι εἴρηται, Σκύθαι ἔτεα δυῶν δέοντα τριήκοντα.

Κιμμερίους γὰρ ἐπιδιώκοντες ἐσέβαλον ἐς τὴν Ἀσίην, καταπαύσαντες τῆς ἀρχῆς Μήδους: οὗτοι γὰρ πρὶν ἢ Σκύθας ἀπικέσθαι ἦρχον τῆς Ἀσίης. τοὺς δὲ Σκύθας ἀποδημήσαντας ὀκτὼ καὶ εἴκοσι ἔτεα καὶ διὰ χρόνου τοσούτου κατιόντας ἐς τὴν σφετέρην ἐξεδέξατο οὐκ ἐλάσσων πόνος τοῦ Μηδικοῦ:

εὑρ῀ον γὰρ ἀντιουμένην σφίσι στρατιήν οὐκ ὀλίγην. αἱ γὰρ τῶν Σκυθέων γυναῖκες, ὥς σφι οἱ ἄνδρες ἀπῆσαν χρόνον πολλόν, ἐφοίτεον παρὰ τοὺς δούλους.?

상위

The Histories

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION