호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπ’ ἄρχοντοσ δ’ Ἀθήνησι Φρασικλείδου Ὀλυμπιὰσ μὲν ἤχθη ὀγδοηκοστή, καθ’ ἣν ἐνίκα στάδιον Τορύλλασ Θετταλόσ, Ῥωμαῖοι δ’ ὑπάτουσ κατέστησαν Κόιντον Φάβιον καὶ Τίτον Κοίντιον Καπιτωλῖνον. ἐπὶ δὲ τούτων κατὰ μὲν τὴν Ἀσίαν οἱ τῶν Περσῶν στρατηγοὶ διαβάντεσ ἐπὶ τὴν Κιλικίαν ναῦσ μὲν κατεσκεύασαν τριακοσίασ κεκοσμημένασ καλῶσ πρὸσ τὴν πολεμικὴν χρείαν, τὸ δὲ πεζὸν στρατόπεδον λαβόντεσ προῆγον πεζῇ διὰ Συρίασ καὶ Φοινίκησ· συμπαραπλέοντοσ δὲ καὶ τοῦ στόλου τῇ πεζῇ στρατιᾷ κατήντησαν εἰσ Μέμφιν τῆσ Αἰγύπτου.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기