- 텍스트

Diodorus Siculus, Library, book xi, chapter 68

(디오도로스 시켈로스, Library, book xi, chapter 68)

οἱ δὲ Συρακόσιοι τὸ μὲν πρῶτον μέρος τῆς πόλεως κατελάβοντο τὴν ὀνομαζομένην Τύχην, ἐκ ταύτης δὲ ὁρμώμενοι πρεσβευτὰς ἀπέστειλαν εἰς Γέλαν καὶ Ἀκράγαντα καὶ Σελινοῦντα, πρὸς δὲ τούτοις εἰς Ἱμέραν καὶ πρὸς τὰς τῶν Σικελῶν πόλεις τὰς ἐν τῇ μεσογείῳ κειμένας, ἀξιοῦντες κατὰ τάχος συνελθεῖν καὶ συνελευθερῶσαι τὰς Συρακούσας.? πάντων δὲ προθύμως ὑπακουόντων, καὶ συντόμως ἀποστειλάντων τῶν μὲν πεζοὺς καὶ ἱππεῖς στρατιώτας, τῶν δὲ ναῦς μακρὰς κεκοσμημένας εἰς ναυμαχίαν, ταχὺ συνήχθη δύναμις ἀξιόχρεως τοῖς Συρακοσίοις.

διὸ καὶ τὰς ναῦς καταρτίσαντες οἱ Συρακόσιοι καὶ τὴν πεζὴν δύναμιν ἐκτάξαντες, ἑτοίμους ἑαυτοὺς ἀπέδειξαν καὶ πεζῇ καὶ κατὰ θάλατταν διαγωνίζεσθαι. ὁ δὲ Θρασύβουλος ἐγκαταλειπόμενος ὑπὸ τῶν συμμάχων καὶ τὰς ἐλπίδας ἐν αὐτοῖς ἔχων τοῖς μισθοφόροις, τῆς μὲν Ἀχραδινῆς καὶ τῆς Νήσου κύριος ἦν, τὸ δὲ λοιπὸν μέρος τῆς πόλεως κατεῖχον οἱ Συρακόσιοι.

μετὰ δὲ ταῦτα ὁ μὲν Θρασύβουλος ταῖς ναυσὶν ἐπιπλεύσας ἐπὶ τοὺς πολεμίους, καὶ λειφθεὶς τῇ ναυμαχίᾳ, συχνὰς μὲν τριήρεις ἀπέβαλε, ταῖς δ ἄλλαις κατέφυγεν εἰς τὴν Νῆσον. ὁμοίως δὲ καὶ τὴν πεζὴν δύναμιν προαγαγὼν ἐκ τῆς Ἀχραδινῆς καὶ παραταξάμενος ἐν τοῖς προαστείοις ἡττήθη, καὶ πολλοὺς ἀποβαλὼν ἠναγκάσθη πάλιν εἰς τὴν Ἀχραδινὴν ἀποχωρῆσαι.

τέλος δὲ ἀπογνοὺς τὴν τυραννίδα διεπρεσβεύσατο πρὸς τοὺς Συρακοσίους, καὶ συνθέμενος τὰ πρὸς αὐτοὺς ὑπόσπονδος ἀπῆλθεν εἰς Λοκρούς. οἱ δὲ Συρακόσιοι τοῦτον τὸν τρόπον ἐλευθερώσαντες τὴν πατρίδα τοῖς μὲν μισθοφόροις συνεχώρησαν ἀπελθεῖν ἐκ τῶν Συρακουσῶν, τὰς δὲ ἄλλας πόλεις τὰς τυραννουμένας ἢ φρουρὰς ἐχούσας ἐλευθερώσαντες ἀποκατέστησαν ταῖς πόλεσι τὰς δημοκρατίας.

ἀπὸ δὲ τούτων τῶν χρόνων εἰρήνην ἔχουσα πολλὴν ἐπίδοσιν ἔλαβε πρὸς εὐδαιμονίαν, καὶ διεφύλαξε τὴν δημοκρατίαν ἔτη σχεδὸν ἑξήκοντα μέχρι τῆς Διονυσίου τυραννίδος.

Θρασύβουλος δὲ καλῶς θεμελιωθεῖσαν βασιλείαν παραλαβών, διὰ τὴν ἰδίαν κακίαν αἰσχρῶς ἀπέβαλε τὴν ἀρχήν, καὶ φυγὼν εἰς Λοκροὺς ἐνταῦθα τὸν λοιπὸν χρόνον ἰδιωτεύων κατεβίωσεν.

ἅμα δὲ τούτοις πραττομένοις ἐν τῇ Ῥώμῃ τότε πρώτως κατεστάθησαν δήμαρχοι τέτταρες, Γάιος Σικίνιος καὶ Λεύκιος Νεμετώριος, πρὸς δὲ τούτοις Μάρκος Δουίλλιος καὶ Σπόριος Ἀκίλιος.

τοῦ δ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Λυσίθεος, ἐν Ῥώμῃ δ ὕπατοι καθειστήκεσαν Λεύκιος Οὐαλέριος Ποπλικόλας καὶ Τίτος Αἰμίλιος Μάμερκος.

ἐπὶ δὲ τούτων κατὰ τὴν Ἀσίαν Ἀρτάβανος, τὸ μὲν γένος Ὑρκάνιος, δυνάμενος δὲ πλεῖστον παρὰ τῷ βασιλεῖ Ξέρξῃ καὶ τῶν δορυφόρων ἀφηγούμενος, ἔκρινεν ἀνελεῖν τὸν Ξέρξην καὶ τὴν βασιλείαν εἰς ἑαυτὸν μεταστῆσαι. ἀνακοινωσάμενος δὲ τὴν ἐπιβουλὴν πρὸς Μιθριδάτην τὸν εὐνοῦχον, ὃς ἦν κατακοιμιστὴς τοῦ βασιλέως καὶ τὴν κυριωτάτην ἔχων πίστιν, ἅμα δὲ καὶ συγγενὴς ὢν Ἀρταβάνου καὶ φίλος ὑπήκουσε πρὸς τὴν ἐπιβουλήν. ὑπὸ τούτου δὲ νυκτὸς εἰσαχθεὶς ὁ Ἀρτάβανος εἰς τὸν κοιτῶνα, καὶ τὸν Ξέρξην ἀνελών, ὡρ´μησεν ἐπὶ τοὺς υἱοὺς τοῦ βασιλέως.

ἦσαν δὲ οὗτοι τρεῖς τὸν ἀριθμόν, Δαρεῖος μὲν ὁ πρεσβύτατος καὶ Ἀρταξέρξης, ἐν τοῖς βασιλείοις διατρίβοντες, ὁ δὲ τρίτος Ὑστάσπης ἀπόδημος ὢν κατ ἐκεῖνον τὸν καιρόν: εἶχε γὰρ τὴν ἐν Βάκτροις σατραπείαν. ὁ δ οὖν Ἀρτάβανος παραγενόμενος ἔτι νυκτὸς οὔσης πρὸς τὸν Ἀρταξέρξην ἔφησε Δαρεῖον τὸν ἀδελφὸν αὐτοῦ φονέα γεγονέναι τοῦ πατρὸς καὶ τὴν βασιλείαν εἰς ἑαυτὸν περισπᾶν.

συνεβούλευσεν οὖν αὐτῷ πρὸ τοῦ κατασχεῖν ἐκεῖνον τὴν ἀρχὴν σκοπεῖν ὅπως μὴ δουλεύσῃ διὰ ῥᾳθυμίαν, ἀλλὰ βασιλεύσῃ τὸν φονέα τοῦ πατρὸς τιμωρησάμενος:

ἐπηγγείλατο δ αὐτῷ συνεργοὺς παρέξεσθαι τοὺς δορυφόρους τοῦ βασιλέως. πεισθέντος δὲ τοῦ Ἀρταξέρξου καὶ παραχρῆμα μετὰ τῶν δορυφόρων ἀνελόντος τὸν ἀδελφὸν Δαρεῖον, ὁρῶν αὑτῷ τὴν ἐπιβολὴν εὐροοῦσαν, καὶ παραλαβὼν τοὺς ἰδίους υἱοὺς καὶ φήσας καιρὸν ἔχειν τὴν βασιλείαν κατακτήσασθαι, παίει τῷ ξίφει τὸν Ἀρταξέρξην.

ὁ δὲ τρωθεὶς καὶ οὐδὲν παθὼν ὑπὸ τῆς πληγῆς ἠμύνατο τὸν Ἀρτάβανον καὶ κατενέγκας αὐτοῦ πληγὴν καιρίαν ἀπέκτεινε.

παραδόξως δὲ σωθεὶς ὁ Ἀρταξέρξης καὶ τὸν φονέα τοῦ πατρὸς τετιμωρημένος παρέλαβε τὴν τῶν Περσῶν βασιλείαν. Ξέρξης μὲν οὖν τὸν εἰρημένον τρόπον ἐτελεύτησε, βασιλεύσας τῶν Περσῶν ἔτη πλείω τῶν εἴκοσι, τὴν δὲ ἀρχὴν διαδεξάμενος ὁ Ἀρταξέρξης ἐβασίλευσεν ἔτη τετταράκοντα.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION