호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μετὰ δὲ ταῦτα ὁ μὲν Κίμων οὐκ ἀρκεσθεὶσ τηλικαύτῃ νίκῃ παραχρῆμα παντὶ τῷ στόλῳ προσκατῆρεν ἐπὶ τὸ πεζὸν τῶν Περσῶν στρατόπεδον, οὔσησ τῆσ παρεμβολῆσ παρὰ τὸν Εὐρυμέδοντα ποταμόν. βουλόμενοσ δὲ καταστρατηγῆσαι τοὺσ βαρβάρουσ, ἐνεβίβασεν εἰσ τὰσ αἰχμαλωτίδασ ναῦσ τῶν ἰδίων τοὺσ ἀρίστουσ, δοὺσ τιάρασ καὶ τὴν ἄλλην κατασκευὴν περιθεὶσ Περσικήν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기