호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ δὲ Ἀθηναῖοι τοῖς βαρβάροις ἀπεκρίθησαν, ὡς οὔτε χώρα τοῖς Πέρσαις ἐστὶ τοιαύτη οὔτε χρυσὸς τοσοῦτος ὃν Ἀθηναῖοι δεξάμενοι τοὺς Ἕλληνας ἐγκαταλείψουσι:? τοῖς δὲ Λακεδαιμονίοις εἶπον, ὡς αὐτοὶ μὲν ἣν πρότερον ἐποιοῦντο φροντίδα τῆς Ἑλλάδος καὶ μετὰ ταῦτα πειράσονται τὴν αὐτὴν διαφυλάττειν, ἐκείνους δ ἠξίουν τὴν ταχίστην ἐλθεῖν εἰς τὴν Ἀττικὴν μετὰ πάντων τῶν συμμάχων: πρόδηλον γὰρ εἶναι, διότι Μαρδόνιος, ἠναντιωμένων τῶν Ἀθηναίων αὐτῷ, μετὰ δυνάμεως ἥξει ἐπὶ τὰς Ἀθήνας. ὃ καὶ συνέβη γενέσθαι:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기