호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπ’ ἄρχοντοσ δ’ Ἀθήνησι Ξανθίππου Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτουσ Κόιντον Φάβιον Σιλουανὸν καὶ Σερούιον Κορνήλιον Τρίκοστον. ἐπὶ δὲ τούτων ὁ μὲν τῶν Περσῶν στόλοσ πλὴν Φοινίκων μετὰ τὴν ἐν Σαλαμῖνι γενομένην ναυμαχίαν ἡττημένοσ διέτριβε περὶ τὴν Κύμην. ἐνταῦθα δὲ παραχειμάσασ, ὡσ τὸ θέροσ ἐνίστατο, παρέπλευσεν εἰσ Σάμον, παραφυλάξων τὴν Ιὠνίαν· ἦσαν δ’ αἱ πᾶσαι νῆεσ ἐν Σάμῳ πλείουσ τῶν τετρακοσίων. αὗται μὲν οὖν ὡσ ἀλλότρια φρονούντων τῶν Ιὤνων παρεφύλαττον τὰσ πόλεισ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기