호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δὲ βασιλεὺσ περιχαρὴσ ἐγένετο, καὶ τιμήσασ δωρεαῖσ τὸν Τραχίνιον συνεξέπεμψεν αὐτῷ στρατιώτασ δισμυρίουσ νυκτόσ. τῶν δὲ παρὰ τοῖσ Πέρσαισ τισ ὄνομα Τυρραστιάδασ, τὸ γένοσ ὢν Κυμαῖοσ, φιλόκαλοσ δὲ καὶ τὸν τρόπον ὢν ἀγαθόσ, διαδρὰσ ἐκ τῆσ τῶν Περσῶν παρεμβολῆσ νυκτὸσ ἧκε πρὸσ τοὺσ περὶ τὸν Λεωνίδην, καὶ τὰ περὶ τὸν Τραχίνιον ἀγνοοῦσιν ἐδήλωσεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기