호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
χρόνου δὲ οὐ πολλοῦ διεξελθόντοσ αὐτίκα οἱ Μινύαι ἐξύβρισαν, τῆσ τε βασιληίησ μεταιτέοντεσ καὶ ἄλλα ποιέοντεσ οὐκ ὅσια. τοῖσι ὦν Λακεδαιμονίοισι ἔδοξε αὐτοὺσ ἀποκτεῖναι, συλλαβόντεσ δὲ σφέασ κατέβαλον ἐσ ἑρκτήν.
κτείνουσι δὲ τοὺσ ἂν κτείνωσι Λακεδαιμόνιοι νυκτόσ, μετ’ ἡμέρην δὲ οὐδένα. ἐπεὶ ὦν ἔμελλον σφέασ καταχρήσασθαι, παραιτήσαντο αἱ γυναῖκεσ τῶν Μινυέων, ἐοῦσαι ἀσταί τε καὶ τῶν πρώτων Σπαρτιητέων θυγατέρεσ, ἐσελθεῖν τε ἐσ τὴν ἑρκτὴν καὶ ἐσ λόγουσ ἐλθεῖν ἑκάστη τῷ ἑωυτῆσ ἀνδρί.
οἳ δὲ σφέασ παρῆκαν, οὐδένα δόλον δοκέοντεσ ἐξ αὐτέων ἔσεσθαι. αἳ δὲ ἐπείτε ἐσῆλθον, ποιέουσι τοιάδε·
πᾶσαν τὴν εἶχον ἐσθῆτα παραδοῦσαι τοῖσι ἀνδράσι αὐταὶ τὴν τῶν ἀνδρῶν ἔλαβον, οἱ δὲ Μινύαι ἐνδύντεσ τὴν γυναικηίην ἐσθῆτα ἅτε γυναῖκεσ ἐξήισαν ἔξω, ἐκφυγόντεσ δὲ τρόπῳ τοιούτῳ ἵζοντο αὖτισ ἐσ τὸ Τηύ̈γετον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기