- 텍스트

Diodorus Siculus, Library, book xi, chapter 64

(디오도로스 시켈로스, Library, book xi, chapter 64)

οἱ δὲ Μεσσήνιοι μετὰ τῶν Εἱλώτων συνταχθέντες τὸ μὲν πρῶτον ὡρ´μησαν ἐπὶ τὴν Σπάρτην, ὑπολαμβάνοντες αὐτὴν αἱρήσειν διὰ τὴν ἐρημίαν τῶν βοηθησόντων:? ὡς δ ἤκουσαν τοὺς ὑπολελειμμένους μετ Ἀρχιδάμου τοῦ βασιλέως συντεταγμένους ἑτοίμους εἶναι πρὸς τὸν ὑπὲρ τῆς πατρίδος ἀγῶνα, ταύτης μὲν τῆς ἐπιβολῆς ἀπέστησαν, καταλαβόμενοι δὲ τῆς Μεσσηνίας χωρίον ὀχυρόν, ἐκ τούτου τὴν ὁρμὴν ποιούμενοι κατέτρεχον τὴν Λακωνικήν. οἱ δὲ Σπαρτιᾶται καταφυγόντες ἐπὶ τὴν παρὰ τῶν Ἀθηναίων βοήθειαν προσελάβοντο παρ αὐτῶν δύναμιν:

οὐδὲν δ ἧττον καὶ παρὰ τῶν ἄλλων συμμάχων ἀθροίσαντες δυνάμεις ἀξιόμαχοι τοῖς πολεμίοις ἐγενήθησαν. καὶ τὸ μὲν πρῶτον πολὺ προεῖχον τῶν πολεμίων, ὕστερον δὲ ὑποψίας γενομένης ὡς τῶν Ἀθηναίων μελλόντων ἀποκλίνειν πρὸς τοὺς Μεσσηνίους, ἀπέλυσαν αὐτῶν τὴν συμμαχίαν, φήσαντες ἱκανοὺς ἔχειν πρὸς τὸν ἐφεστῶτα κίνδυνον τοὺς ἄλλους συμμάχους. οἱ δὲ Ἀθηναῖοι δόξαντες ἑαυτοὺς ἠτιμάσθαι, τότε μὲν ἀπηλλάγησαν:

μετὰ δὲ ταῦτα ἀλλοτρίως ἔχοντες τὰ πρὸς τοὺς Λακεδαιμονίους ἀεὶ μᾶλλον τὴν ἔχθραν ἐξεπύρσευον. διὸ καὶ ταύτην μὲν ἀρχὴν ἔλαβον τῆς ἀλλοτριότητος,ὕστερον δὲ αἱ πόλεις διηνέχθησαν, καὶ μεγάλους ἐπανελόμεναι πολέμους ἔπλησαν ἅπασαν τὴν Ἑλλάδα μεγάλων ἀτυχημάτων. ἀλλὰ γὰρ περὶ τούτων τὰ κατὰ μέρος ἐν τοῖς οἰκείοις χρόνοις ἀναγράψομεν. τότε δὲ οἱ Λακεδαιμόνιοι στρατεύσαντες ἐπὶ τὴν Ἰθώμην μετὰ τῶν συμμάχων ἐπολιόρκουν αὐτήν.

οἱ δ Εἵλωτες πανδημεὶ τῶν Λακεδαιμονίων ἀφεστῶτες συνεμάχουν τοῖς Μεσσηνίοις, καὶ ποτὲ μὲν ἐνίκων, ποτὲ δὲ ἡττῶντο. ἐπὶ δὲ ἔτη δέκα τοῦ πολέμου μὴ δυναμένου διακριθῆναι, διετέλουν τοῦτον τὸν χρόνον ἀλλήλους κακοποιοῦντες. μετὰ δὲ ταῦτα Ἀθήνησι μὲν ἦν ἄρχων Θεαγενείδης, ἐν Ῥώμῃ δ ὕπατοι καθειστήκεσαν Λεύκιος Αἰμίλιος Μάμερκος καὶ Λεύκιος Ιοὔλιος Ιοὔλος, Ὀλυμπιὰς δ ἤχθη ἑβδομηκοστὴ καὶ ὀγδόη, καθ ἣν ἐνίκα στάδιον Παρμενίδης Ποσειδωνιάτης.

ἐπὶ δὲ τούτων Ἀργείοις καὶ Μυκηναίοις ἐνέστη πόλεμος διὰ τοιαύτας αἰτίας. Μυκηναῖοι διὰ τὸ παλαιὸν ἀξίωμα τῆς ἰδίας πατρίδος οὐχ ὑπήκουον τοῖς Ἀργείοις, ὥσπερ αἱ λοιπαὶ πόλεις αἱ κατὰ τὴν Ἀργείαν, ἀλλὰ κατ ἰδίαν ταττόμενοι τοῖς Ἀργείοις οὐ προσεῖχον:

ἠμφισβήτουν δὲ καὶ περὶ τῶν ἱερῶν τῆς Ἥρας, καὶ τὸν ἀγῶνα τῶν Νεμέων ἠξίουν αὐτοὶ διοικεῖν: πρὸς δὲ τούτοις τῶν Ἀργείων ψηφισαμένων μὴ συμμαχεῖν εἰς Θερμοπύλας τοῖς Λακεδαιμονίοις, ἐὰν μὴ μέρος τῆς ἡγεμονίας αὐτοῖς παραδῶσι, μόνοι τῶν τὴν Ἀργείαν κατοικούντων συνεμάχησαν οἱ Μυκηναῖοι τοῖς Λακεδαιμονίοις. τὸ δὲ σύνολον ὑπώπτευον αὐτούς, μήποτε ἰσχύσαντες ἐπὶ πλέον τῆς ἡγεμονίας ἀμφισβητήσωσι τοῖς Ἀργείοις διὰ τὸ παλαιὸν φρόνημα τῆς πόλεως.

διὰ δὴ ταύτας τὰς αἰτίας ἀλλοτρίως διακείμενοι, πάλαι μὲν ἔσπευδον ἆραι τὴν πόλιν, τότε δὲ καιρὸν εὔθετον ἔχειν ἐνόμιζον, ὁρῶντες τοὺς Λακεδαιμονίους τεταπεινωμένους καὶ μὴ δυναμένους τοῖς Μυκηναίοις βοηθεῖν. ἀθροίσαντες οὖν ἀξιόλογον δύναμιν ἔκ τε Ἄργους καὶ ἐκ τῶν συμμαχίδων πόλεων ἐστράτευσαν ἐπ αὐτούς, νικήσαντες δὲ μάχῃ τοὺς Μυκηναίους καὶ συγκλείσαντες ἐντὸς τειχῶν ἐπολιόρκουν τὴν πόλιν. οἱ δὲ Μυκηναῖοι χρόνον μέν τινα τοὺς πολιορκοῦντας εὐτόνως ἠμύνοντο, μετὰ δὲ ταῦτα λειπόμενοι τῷ πολέμῳ, καὶ τῶν Λακεδαιμονίων μὴ δυναμένων βοηθῆσαι διὰ τοὺς ἰδίους πολέμους καὶ τὴν ἐκ τῶν σεισμῶν γενομένην αὐτοῖς συμφοράν, ἄλλων δ οὐκ ὄντων συμμάχων, ἐρημίᾳ τῶν ἐπικουρούντων κατὰ κράτος ἥλωσαν.

οἱ δὲ Ἀργεῖοι τοὺς Μυκηναίους ἀνδραποδισάμενοι καὶ δεκάτην ἐξ αὐτῶν τῷ θεῷ καθιερώσαντες, τὰς Μυκήνας κατέσκαψαν.

αὕτη μὲν οὖν ἡ πόλις, εὐδαίμων ἐν τοῖς ἀρχαίοις χρόνοις γενομένη καὶ μεγάλους ἄνδρας ἔχουσα καὶ πράξεις ἀξιολόγους ἐπιτελεσαμένη, τοιαύτην ἔσχε τὴν καταστροφήν, καὶ διέμεινεν ἀοίκητος μέχρι τῶν καθ ἡμᾶς χρόνων. ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν. ἐπ ἄρχοντος δ Ἀθήνησι Λυσιστράτου Ῥωμαῖοι κατέστησαν ὑπάτους Λεύκιον Πινάριον Μαμερτῖνον καὶ Πούπλιον Φούριον Φίφρωνα.

ἐπὶ δὲ τούτων Ιἕρων ὁ τῶν Συρακοσίων βασιλεὺς τοὺς Ἀναξίλα παῖδας τοῦ γενομένου τυράννου Ζάγκλης εἰς Συρακούσας μεταπεμψάμενος μεγάλαις δωρεαῖς ἀνεμίμνησκε τῆς Γέλωνος γενομένης πρὸς τὸν πατέρα αὐτῶν εὐεργεσίας, καὶ συνεβούλευεν αὐτοῖς ἤδη τὴν ἡλικίαν ἠνδρωμένοις ἀπαιτῆσαι λόγον παρὰ Μικύθου τοῦ ἐπιτροπεύοντος, καὶ τὴν δυναστείαν αὐτοὺς παραλαβεῖν. τούτων δ ἐπανελθόντων εἰς τὸ Ῥήγιον, καὶ τὸν ἐπίτροπον λόγον ἀπαιτούντων τῶν διῳκημένων, ὁ Μίκυθος, ἀνὴρ ὢν ἀγαθός, συνήγαγε τοὺς πατρικοὺς φίλους τῶν παίδων καὶ τὸν λόγον οὕτω καθαρῶς ἀπέδωκεν, ὥστε ἅπαντας τοὺς παρόντας θαυμάζειν τήν τε δικαιοσύνην καὶ τὴν πίστιν, τοὺς δὲ παῖδας μεταμεληθέντας ἐπὶ τοῖς πραχθεῖσιν ἀξιοῦν τὸν Μίκυθον πάλιν τὴν ἀρχὴν παραλαβεῖν, καὶ πατρὸς ἐξουσίαν ἔχοντα καὶ τάξιν διοικεῖν τὰ κατὰ τὴν δυναστείαν.

οὐ μὴν ὁ Μίκυθός γε συνεχώρησεν, ἀλλὰ πάντα παραδοὺς ἀκριβῶς καὶ τὴν ἰδίαν οὐσίαν ἐνθέμενος εἰς πλοῖον ἐξέπλευσεν ἐκ τοῦ Ῥηγίου, προπεμπόμενος ὑπὸ τῆς τῶν ὄχλων εὐνοίας.

οὗτος μὲν οὖν εἰς τὴν Ἑλλάδα κατάρας ἐν Τεγέαις τῆς Ἀρκαδίας κατεβίωσεν ἐπαινούμενος. Ιἕρων δ ὁ τῶν Συρακοσίων βασιλεὺς ἐτελεύτησεν ἐν τῇ Κατάνῃ, καὶ τιμῶν ἡρωικῶν ἔτυχεν, ὡς ἂν κτίστης γεγονὼς τῆς πόλεως.

οὗτος μὲν οὖν ἄρξας ἔτη ἕνδεκα κατέλιπε τὴν βασιλείαν Θρασυβούλῳ τῷ ἀδελφῷ, ὃς ἦρξε Συρακοσίων ἐνιαυτὸν ἕνα.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION