- 텍스트

Diodorus Siculus, Library, book xi, chapter 41

(디오도로스 시켈로스, Library, book xi, chapter 41)

τοῦ δ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦν ἄρχων Ἀδείμαντος, ἐν Ῥώμῃ δὲ κατεστάθησαν ὕπατοι Μάρκος Φάβιος Οὐιβλανὸς καὶ Λεύκιος Οὐαλέριος Πόπλιος.? ἐπὶ δὲ τούτων Θεμιστοκλῆς διὰ τὴν στρατηγίαν καὶ ἀγχίνοιαν ἀποδοχῆς ἔτυχεν οὐ μόνον παρὰ τοῖς πολίταις, ἀλλὰ καὶ παρὰ πᾶσι τοῖς Ἕλλησι. διὸ καὶ μετεωριζόμενος ἐπὶ τῇ δόξῃ πολὺ μείζοσιν ἄλλαις ἐπιβολαῖς ἐχρήσατο πρὸς αὔξησιν ἡγεμονίας ἀνηκούσαις τῇ πατρίδι.

τοῦ γὰρ καλουμένου Πειραιῶς οὐκ ὄντος λιμένος κατ ἐκείνους τοὺς χρόνους, ἀλλ ἐπινείῳ χρωμένων τῶν Ἀθηναίων τῷ προσαγορευομένῳ Φαληρικῷ, μικρῷ παντελῶς ὄντι, ἐπενόησε τὸν Πειραιᾶ κατασκευάζειν λιμένα, μικρᾶς μὲν προσδεόμενον κατασκευῆς, δυνάμενον δὲ γενέσθαι λιμένα κάλλιστον καὶ μέγιστον τῶν κατὰ τὴν Ἑλλάδα. ἤλπιζεν οὖν τούτου προσγενομένου τοῖς Ἀθηναίοις δυνήσεσθαι τὴν πόλιν ἀντιποιήσασθαι τῆς κατὰ θάλατταν ἡγεμονίας:

τριήρεις γὰρ τότε πλείστας ἐκέκτηντο, καὶ διὰ τὴν συνέχειαν τῶν ναυμαχιῶν ἐμπειρίαν καὶ δόξαν μεγάλην τῶν ναυτικῶν ἀγώνων περιεπεποίηντο. πρὸς δὲ τούτοις τοὺς μὲν Ιὤνας ὑπελάμβανε διὰ τὴν συγγένειαν ἰδίους ἕξειν, τοὺς δὲ ἄλλους τοὺς κατὰ τὴν Ἀσίαν Ἕλληνας δι ἐκείνους ἐλευθερώσειν, ἀποκλινεῖν τε ταῖς εὐνοίαις πρὸς τοὺς Ἀθηναίους διὰ τὴν εὐεργεσίαν, τοὺς δὲ νησιώτας ἅπαντας καταπεπληγμένους τὸ μέγεθος τῆς ναυτικῆς δυνάμεως ἑτοίμως ταχθήσεσθαι μετὰ τῶν δυναμένων καὶ βλάπτειν καὶ ὠφελεῖν τὰ μέγιστα.

τοὺς γὰρ Λακεδαιμονίους ἑώρα περὶ μὲν τὰς πεζὰς δυνάμεις εὖ κατεσκευασμένους, πρὸς δὲ τοὺς ἐν ταῖς ναυσὶν ἀγῶνας ἀφυεστάτους.

ταῦτ οὖν διαλογισάμενος ἔκρινε φανερῶς μὲν τὴν ἐπιβολὴν μὴ λέγειν, ἀκριβῶς γινώσκων τοὺς Λακεδαιμονίους κωλύσοντας, ἐν ἐκκλησίᾳ δὲ διελέχθη τοῖς πολίταις ὅτι μεγάλων πραγμάτων καὶ συμφερόντων τῇ πόλει βούλεται γενέσθαι σύμβουλός τε καὶ εἰσηγητής, ταῦτα δὲ φανερῶς μὲν λέγειν μὴ συμφέρειν, δι ὀλίγων δὲ ἀνδρῶν ἐπιτελεῖν προσήκειν:

διόπερ ἠξίου τὸν δῆμον δύο ἄνδρας προχειρισάμενον οἷς ἂν μάλιστα πιστεύσῃ, τούτοις ἐπιτρέπειν περὶ τοῦ πράγματος. πεισθέντος δὲ τοῦ πλήθους, ὁ δῆμος εἵλετο δύο ἄνδρας, Ἀριστείδην καὶ Ξάνθιππον, οὐ μόνον κατ ἀρετὴν προκρίνας αὐτούς, ἀλλὰ καὶ πρὸς τὸν Θεμιστοκλέα τούτους ὁρῶν ἁμιλλωμένους περὶ δόξης καὶ πρωτείων, καὶ διὰ τοῦτο ἀλλοτρίως ἔχοντας πρὸς αὐτόν.

οὗτοι δὲ κατ ἰδίαν ἀκούσαντες τοῦ Θεμιστοκλέους τὴν ἐπιβολήν, ἐδήλωσαν τῷ δήμῳ διότι καὶ μεγάλα καὶ συμφέροντα τῇ πόλει καὶ δυνατὰ καθέστηκε τὰ λεγόμενα ὑπὸ τοῦ Θεμιστοκλέους.

τοῦδὲ δήμου θαυμάσαντος ἅμα τὸν ἄνδρα καὶ ὑποπτεύσαντος μήποτε τυραννίδα τινὰ κατασκευασόμενος ἑαυτῷ τηλικαύταις καὶ τοιαύταις ἐπιβολαῖς ἐγχειρῇ, φανερῶς αὐτὸν ἐκέλευον ἀποφαίνεσθαι τὰ δεδογμένα.

ὁ δὲ πάλιν ἔφησε μὴ συμφέρειν τῷ δήμῳ φανερῶς δηλοῦσθαι περὶ τῶν ἐπινοηθέντων. πολλῷ δὲ μᾶλλον θαυμάσαντος τοῦ δήμου τὴν δεινότητα καὶ μεγαλοφροσύνην τἀνδρός, ἐκέλευον ἐν ἀπορρήτοις εἰπεῖν τῇ βουλῇ τὰ δεδογμένα:

κἂν αὕτη κρίνῃ τὰ δυνατὰ λέγειν καὶ συμφέροντα, τότε ὡς ἂν συμβουλεύσῃ πρὸς τὸ τέλος ἄξειν αὐτοῦ τὴν ἐπιβολήν. διόπερ τῆς βουλῆς πυθομένης τὰ κατὰ μέρος, καὶ κρινάσης λέγειν αὐτὸν τὰ συμφέροντα τῇ πόλει καὶ δυνατά, τὸ λοιπὸν ἤδη συγχωρήσαντος τοῦ δήμου μετὰ τῆς βουλῆς ἔλαβε τὴν ἐξουσίαν πράττειν ὅ,τι βούλεται.

ἕκαστος δ ἐκ τῆς ἐκκλησίας ἐχωρίζετο θαυμάζων μὲν τὴν ἀρετὴν τἀνδρός, μετέωρος δ ὢν καὶ καραδοκῶν τὸ τέλος τῆς ἐπιβολῆς.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION