호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοιοῦτον δὲ πέρας τῆς μάχης λαβούσης, οἱ μὲν Ἕλληνες τοὺς πεσόντας ἔθαψαν, ὄντας πλείους τῶν μυρίων.? διελόμενοι δὲ τὰ λάφυρα κατὰ τὸν τῶν στρατιωτῶν ἀριθμὸν τὴν περὶ τῶν ἀριστείων κρίσιν ἐποιήσαντο, καὶ Ἀριστείδου κελεύσαντος ἔκριναν ἀριστεῦσαι πόλιν μὲν Σπάρτην, ἄνδρα δὲ Παυσανίαν τὸν Λακεδαιμόνιον. Ἀρτάβαζος δ ἔχων τῶν φευγόντων Περσῶν εἰς τετρακισμυρίους, καὶ διὰ τῆς Φωκίδος εἰς Μακεδονίαν πορευθείς, ὀξυτάταις πορείαις ἐχρῆτο, καὶ ἐσώθη μετὰ τῶν στρατιωτῶν εἰς τὴν Ἀσίαν. οἱ δ Ἕλληνες ἐκ τῶν λαφύρων δεκάτην ἐξελόμενοι κατεσκεύασαν χρυσοῦν τρίποδα, καὶ ἀνέθηκαν εἰς Δελφοὺς χαριστήριον τῷ θεῷ, ἐπιγράψαντες ἐλεγεῖον τόδε, Ἑλλάδος εὐρυχόρου σωτῆρες τόνδ ἀνέθηκαν, δουλοσύνης στυγερᾶς ῥυσάμενοι πόλιας.
ἐπέγραψαν δὲ καὶ τοῖς ἐν Θερμοπύλαις ἀποθανοῦσι Λακεδαιμονίοις κοινῇ μὲν ἅπασι τόδε, μυριάσιν ποτὲ τῇδε διηκοσίαις ἐμάχοντο ἐκ Πελοποννήσου χιλιάδες τέτορες, ἰδίᾳ δὲ αὐτοῖς τόδε, ὦ ξεῖν, ἄγγειλον Λακεδαιμονίοις ὅτι τῇδε κείμεθα τοῖς κείνων πειθόμενοι νομίμοις. ὁμοίως δὲ καὶ ὁ τῶν Ἀθηναίων δῆμος ἐκόσμησε τοὺς τάφους τῶν ἐν τῷ Περσικῷ πολέμῳ τελευτησάντων, καὶ τὸν ἀγῶνα τὸν ἐπιτάφιον τότε πρῶτον ἐποίησε, καὶ νόμον ἔθηκε λέγειν ἐγκώμια τοῖς δημοσίᾳ θαπτομένοις τοὺς προαιρεθέντας τῶν ῥητόρων.
μετὰ δὲ ταῦτα Παυσανίας μὲν ὁ στρατηγὸς ἀναλαβὼν τὴν δύναμιν ἐστράτευσεν ἐπὶ τὰς Θήβας, καὶ τοὺς αἰτίους τῆς πρὸς Πέρσας συμμαχίας ἐξῄτει πρὸς τὴν τιμωρίαν:
τῶν δὲ Θηβαίων καταπεπληγμένων τό τε πλῆθος τῶν πολεμίων καὶ τὰς ἀρετάς, οἱ μὲν αἰτιώτατοι τῆς ἀπὸ τῶν Ἑλλήνων ἀποστάσεως ἑκουσίως ὑπομείναντες τὴν παράδοσιν ἐκολάσθησαν ὑπὸ τοῦ Παυσανίου καὶ πάντες ἀνῃρέθησαν.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기