호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
διαβοηθείσης δὲ τῆς τῶν Ἀθηναίων πρὸς τοὺς Ἕλληνας ἀλλοτριότητος, ἧκον εἰς τὰς Ἀθήνας πρέσβεις παρὰ Περσῶν καὶ παρὰ τῶν Ἑλλήνων.? οἱ μὲν οὖν ὑπὸ τῶν Περσῶν ἀποσταλέντες ἔφασαν τὸν στρατηγὸν Μαρδόνιον ἐπαγγέλλεσθαι τοῖς Ἀθηναίοις, ἐὰν τὰ Περσῶν προέλωνται, δώσειν χώραν ἣν ἂν βούλωνται τῆς Ἑλλάδος, καὶ τὰ τείχη καὶ τοὺς ναοὺς πάλιν ἀνοικοδομήσειν, καὶ τὴν πόλιν ἐάσειν αὐτόνομον: οἱ δὲ παρὰ τῶν Λακεδαιμονίων πεμφθέντες ἠξίουν μὴ πεισθῆναι τοῖς βαρβάροις, ἀλλὰ τηρεῖν τὴν πρὸς τοὺς Ἕλληνας καὶ συγγενεῖς καὶ ὁμοφώνους εὔνοιαν. οἱ δὲ Ἀθηναῖοι τοῖς βαρβάροις ἀπεκρίθησαν, ὡς οὔτε χώρα τοῖς Πέρσαις ἐστὶ τοιαύτη οὔτε χρυσὸς τοσοῦτος ὃν Ἀθηναῖοι δεξάμενοι τοὺς Ἕλληνας ἐγκαταλείψουσι:
τοῖς δὲ Λακεδαιμονίοις εἶπον, ὡς αὐτοὶ μὲν ἣν πρότερον ἐποιοῦντο φροντίδα τῆς Ἑλλάδος καὶ μετὰ ταῦτα πειράσονται τὴν αὐτὴν διαφυλάττειν, ἐκείνους δ ἠξίουν τὴν ταχίστην ἐλθεῖν εἰς τὴν Ἀττικὴν μετὰ πάντων τῶν συμμάχων: πρόδηλον γὰρ εἶναι, διότι Μαρδόνιος, ἠναντιωμένων τῶν Ἀθηναίων αὐτῷ, μετὰ δυνάμεως ἥξει ἐπὶ τὰς Ἀθήνας. ὃ καὶ συνέβη γενέσθαι: ὁ γὰρ Μαρδόνιος ἐν τῇ Βοιωτίᾳ διατρίβων μετὰ τῶν δυνάμεων τὸ μὲν πρῶτον τῶν ἐν Πελοποννήσῳ πόλεων ἐπειρᾶτό τινας ἀφιστάνειν,χρήματα διαπεμπόμενος τοῖς προεστηκόσι τῶν πόλεων, μετὰ δὲ ταῦτα πυνθανόμενος τὴν τῶν Ἀθηναίων ἀπόκρισιν καὶ παροξυνθείς, ἅπασαν ἦγεν ἐπὶ τὴν Ἀττικὴν τὴν δύναμιν:
χωρὶς γὰρ τῆς δεδομένης ὑπὸ Ξέρξου στρατιᾶς πολλοὺς ἄλλους αὐτὸς Μαρδόνιος ἐκ τῆς Θρᾴκης καὶ Μακεδονίας καὶ τῶν ἄλλων τῶν συμμαχίδων πόλεων ἠθροίκει, πλείους τῶν εἴκοσι μυριάδων.
τηλικαύτης δὲ δυνάμεως προαγούσης εἰς τὴν Ἀττικήν, οἱ μὲν Ἀθηναῖοι βιβλιαφόρους ἀπέστειλαν πρὸς τοὺς Λακεδαιμονίους δεόμενοι βοηθεῖν:
βραδυνόντων δὲ αὐτῶν καὶ τῶν βαρβάρων ἐμβαλόντων εἰς τὴν Ἀττικήν, κατεπλάγησαν, καὶ πάλιν ἀναλαβόντες τέκνα καὶ γυναῖκας καὶ τῶν ἄλλων ὅσα δυνατὸν ἦν ταχέως ἀποκομίζειν, ἐξέλιπον τὴν πατρίδα καὶ συνέφυγον πάλιν εἰς τὴν Σαλαμῖνα. ὁ δὲ Μαρδόνιος χαλεπῶς ἔχων πρὸς αὐτούς, τὴν χώραν ἅπασαν κατέφθειρε καὶ τὴν πόλιν κατέσκαψε καὶ τὰ ἱερὰ τὰ καταλελειμμένα παντελῶς ἐλυμήνατο.
ἐπανελθόντος δὲ εἰς τὰς Θήβας τοῦ Μαρδονίου μετὰ τῆς δυνάμεως, ἔδοξε τοῖς συνέδροις τῶν Ἑλλήνων παραλαβεῖν τοὺς Ἀθηναίους, καὶ πανδημεὶ προσελθόντας εἰς τὰς Πλαταιὰς διαγωνίσασθαι περὶ τῆς ἐλευθερίας, εὔξασθαι δὲ καὶ τοῖς θεοῖς, ἐὰν νικήσωσιν, ἄγειν κατὰ ταύτην τὴν ἡμέραν τοὺς Ἕλληνας ἐλευθέρια κοινῇ, καὶ τὸν ἐλευθέριον ἀγῶνα συντελεῖν ἐν ταῖς Πλαταιαῖς.
συναχθέντων δὲ τῶν Ἑλλήνων εἰς τὸν Ἰσθμόν, ἐδόκει τοῖς πᾶσιν ὁρ´κον ὀμόσαι περὶ τοῦ πολέμου, τὸν στέξοντα μὲν τὴν ὁμόνοιαν αὐτῶν, ἀναγκάσοντα δὲ γενναίως τοὺς κινδύνους ὑπομένειν.
ὁ δὲ ὁρ´κος ἦν τοιοῦτος:
οὐ ποιήσομαι περὶ πλείονος τὸ ζῆν τῆς ἐλευθερίας, οὐδὲ καταλείψω τοὺς ἡγεμόνας οὔτε ζῶντας οὔτε ἀποθανόντας, ἀλλὰ τοὺς ἐν τῇ μάχῃ τελευτήσαντας τῶν συμμάχων πάντας θάψω, καὶ κρατήσας τῷ πολέμῳ τῶν βαρβάρων οὐδεμίαν τῶν ἀγωνισαμένων πόλεων ἀνάστατον ποιήσω, καὶ τῶν ἱερῶν τῶν ἐμπρησθέντων καὶ καταβληθέντων οὐδὲν ἀνοικοδομήσω, ἀλλ ὑπόμνημα τοῖς ἐπιγινομένοις ἐάσω καὶ καταλείψω τῆς τῶν βαρβάρων ἀσεβείας. τὸν δὲ ὁρ´κον ὀμόσαντες ἐπορεύθησαν ἐπὶ τὴν Βοιωτίαν διὰ τοῦ Κιθαιρῶνος, καὶ πρὸς τὰς ὑπωρείας καταντήσαντες πλησίον τῶν Ἐρυθρῶν, αὐτοῦ κατεστρατοπέδευσαν.
ἡγεῖτο δὲ τῶν μὲν Ἀθηναίων Ἀριστείδης, τῶν δὲ συμπάντων Παυσανίας, ἐπίτροπος ὢν τοῦ Λεωνίδου παιδός. Μαρδόνιος δὲ πυθόμενος τὴν τῶν πολεμίων δύναμιν προάγειν ἐπὶ Βοιωτίας, προῆλθεν ἐκ τῶν Θηβῶν:
καὶ παραγενόμενος ἐπὶ τὸν Ἀσωπὸν ποταμὸν ἔθετο παρεμβολήν, ἣν ὠχύρωσε τάφρῳ βαθείᾳ καὶ τείχει ξυλίνῳ περιέλαβεν. ἦν δὲ ὁ σύμπας ἀριθμὸς τῶν μὲν Ἑλλήνων εἰς δέκα μυριάδας, τῶν δὲ βαρβάρων εἰς πεντήκοντα. πρῶτοι δὲ κατήρξαντο μάχης οἱ βάρβαροι νυκτὸς ἐκχυθέντες ἐπ αὐτοὺς καὶ πᾶσι τοῖς ἱππεῦσι πρὸς τὴν στρατοπεδείαν ἐπελάσαντες.
τῶν δὲ Ἀθηναίων προαισθομένων καὶ συντεταγμένῃ τῇ στρατιᾷ τεθαρρηκότως ἀπαντώντων, συνέβη καρτερὰν γενέσθαι μάχην. τέλος δὲ τῶν Ἑλλήνων οἱ μὲν ἄλλοι πάντες τοὺς καθ αὑτοὺς ταχθέντας τῶν βαρβάρων ἐτρέψαντο, μόνοι δὲ Μεγαρεῖς πρός τε τὸν ἵππαρχον καὶ τοὺς ἀρίστους τῶν Περσῶν ἱππεῖς ἀνθεστῶτες, καὶ πιεζόμενοι τῇ μάχῃ, τὴν μὲν τάξιν οὐ κατέλιπον, πρὸς δὲ τοὺς Ἀθηναίους καὶ Λακεδαιμονίους πέμψαντές τινας ἐξ αὐτῶν ᾔτουν κατὰ τάχος βοηθῆσαι.
Ἀριστείδου δὲ τοὺς περὶ αὐτὸν τῶν Ἀθηναίων ταχέως ἀποστείλαντος τοὺς ἐπιλέκτους, συστραφέντες οὗτοι καὶ προσπεσόντες τοῖς βαρβάροις τοὺς μὲν Μεγαρεῖς ἐξείλοντο τῶν κινδύνων τῶν ἐπικειμένων, τῶν δὲ Περσῶν αὐτόν τε τὸν ἵππαρχον καὶ πολλοὺς ἄλλους ἀποκτείναντες τοὺς λοιποὺς ἐτρέψαντο.
οἱ μὲν οὖν Ἕλληνες, ὡσπερεί τινι προαγῶνι λαμπρῶς προτερήσαντες, εὐέλπιδες ἐγένοντο περὶ τῆς ὁλοσχεροῦς νίκης: μετὰ δὲ ταῦτα ἐκ τῆς ὑπωρείας μετεστρατοπέδευσαν εἰς ἕτερον τόπον εὐθετώτερον πρὸς τὴν ὁλοσχερῆ νίκην. ἦν γὰρ ἐκ μὲν τῶν δεξιῶν γεώλοφος ὑψηλός, ἐκ δὲ τῶν εὐωνύμων ὁ Ἀσωπὸς ποταμός:
τὸν δ ἀνὰ μέσον τόπον ἐπεῖχεν ἡ στρατοπεδεία, πεφραγμένη τῇ φύσει καὶ ταῖς τῶν τόπων ἀσφαλείαις. τοῖς μὲν οὖν Ἕλλησιν ἐμφρόνως βουλευσαμένοις πολλὰ συνεβάλετο πρὸς τὴν νίκην ἡ τῶν τόπων στενοχωρία:
οὐ γὰρ ἦν ἐπὶ πολὺ μῆκος παρεκτείνειν τὴν φάλαγγα τῶν Περσῶν, ὥστε ἀχρήστους εἶναι συνέβαινε τὰς πολλὰς μυριάδας τῶν βαρβάρων. διόπερ οἱ περὶ τὸν Παυσανίαν καὶ Ἀριστείδην θαρρήσαντες τοῖς τόποις προῆγον τὴν δύναμιν εἰς τὴν μάχην, καὶ συντάξαντες ἑαυτοὺς οἰκείως τῆς περιστάσεως ἦγον ἐπὶ τοὺς πολεμίους.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기