호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῇ δ ὑστεραίᾳ Ξέρξης μέν, παρὰ προσδοκίαν αὐτῷ τῆς μάχης λαβούσης τὸ τέλος, ἐξ ἁπάντων τῶν ἐθνῶν ἐπέλεξε τοὺς δοκοῦντας ἀνδρείᾳ καὶ θράσει διαφέρειν, καὶ πολλὰ δεηθεὶς αὐτῶν προεῖπεν, ὅτι βιασαμένοις μὲν αὐτοῖς τὴν εἴσοδον δωρεὰς ἀξιολόγους δώσει, φεύγουσι δὲ θάνατος ἔσται τὸ πρόστιμον.? τούτων δὲ μετὰ μεγάλης συστροφῆς καὶ βίας ἐπιρραξάντων τοῖς Ἕλλησιν, οἱ περὶ Λεωνίδην τότε συμφράξαντες καὶ τείχει παραπλησίαν ποιησάμενοι τὴν σύστασιν ἐκθύμως ἠγωνίζοντο.
ἐπὶ τοσοῦτο δὲ προέβησαν ταῖς προθυμίαις, ὥστε τοὺς εἰωθότας ἐκ διαδοχῆς μεταλαμβάνειν τῆς μάχης οὐ συνεχώρησαν, ἀλλὰ τῇ συνεχείᾳ τῆς κακοπαθείας περιγενόμενοι πολλοὺς ἀνῄρουν τῶν ἐπιλέκτων βαρβάρων. ἐνημερεύοντες δὲ τοῖς κινδύνοις ἡμιλλῶντο πρὸς ἀλλήλους:
οἱ μὲν γὰρ πρεσβύτεροι πρὸς τὰς τῶν νέων ἀκμὰς παρεβάλλοντο, οἱ δὲ νεώτεροι πρὸς τὰς τῶν πρεσβυτέρων ἐμπειρίας τε καὶ δόξας ἡμιλλῶντο. τέλος δὲ φευγόντων καὶ τῶν ἐπιλέκτων, οἱ τὴν ἐπιτεταγμένην στάσιν ἔχοντες τῶν βαρβάρων συμφράξαντες οὐκ εἰών φεύγειν τοὺς ἐπιλέκτους: διόπερ ἠναγκάζοντο πάλιν ἀναστρέφειν καὶ μάχεσθαι. ἀπορουμένου δὲ τοῦ βασιλέως καὶ νομίζοντος μηδένα τολμήσειν ἔτι μάχεσθαι, ἧκε πρὸς αὐτὸν Τραχίνιός τις τῶν ἐγχωρίων, ἔμπειρος ὢν τῆς ὀρεινῆς χώρας.
οὗτος τῷ Ξέρξῃ προσελθὼν ἐπηγγείλατο διά τινος ἀτραποῦ στενῆς καὶ παρακρήμνου τοὺς Πέρσας ὁδηγήσειν, ὥστε γενέσθαι τοὺς συνελθόντας αὐτῷ κατόπιν τῶν περὶ τὸν Λεωνίδην, καὶ τούτῳ τῷ τρόπῳ περιληφθέντας αὐτοὺς εἰς τὸ μέσον ῥᾳδίως ἀναιρεθήσεσθαι. ὁ δὲ βασιλεὺς περιχαρὴς ἐγένετο, καὶ τιμήσας δωρεαῖς τὸν Τραχίνιον συνεξέπεμψεν αὐτῷ στρατιώτας δισμυρίους νυκτός.
τῶν δὲ παρὰ τοῖς Πέρσαις τις ὄνομα Τυρραστιάδας, τὸ γένος ὢν Κυμαῖος, φιλόκαλος δὲ καὶ τὸν τρόπον ὢν ἀγαθός, διαδρὰς ἐκ τῆς τῶν Περσῶν παρεμβολῆς νυκτὸς ἧκε πρὸς τοὺς περὶ τὸν Λεωνίδην, καὶ τὰ περὶ τὸν Τραχίνιον ἀγνοοῦσιν ἐδήλωσεν.
이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기