호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἴκημα δὲ περιφερὲσ λίθου λευκοῦ καλούμενον Θόλοσ ᾠκοδόμηται πλησίον, θέασ ἄξιον· ἐν δὲ αὐτῷ Παυσίου γράψαντοσ βέλη μὲν καὶ τόξον ἐστὶν ἀφεικὼσ Ἔρωσ, λύραν δὲ ἀντ’ αὐτῶν ἀράμενοσ φέρει. γέγραπται δὲ ἐνταῦθα καὶ Μέθη, Παυσίου καὶ τοῦτο ἔργον, ἐξ ὑαλίνησ φιάλησ πίνουσα· ἴδοισ δὲ κἂν ἐν τῇ γραφῇ φιάλην τε ὑάλου καὶ δι’ αὐτῆσ γυναικὸσ πρόσωπον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기