호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἡγεμὼν δὲ ἐτέτακτο ἐπ’ αὐτοῖσ Βρύασ Ἀργεῖοσ, ὃσ ἄλλα τε ἐσ ἄνδρασ ὕβρισε τοῦ δήμου καὶ παρθένον κομιζομένην παρὰ τὸν νυμφίον ᾔσχυνεν ἀφελόμενοσ τοὺσ ἄγοντασ. ἐπιλαβούσησ δὲ τῆσ νυκτὸσ τυφλοῖ τὸν Βρύαντα ἡ παῖσ φυλάξασα ὑπνωμένον· φωραθεῖσα δὲ ὡσ ἐπέσχεν ἡμέρα, κατέφυγεν ἱκέτισ ἐσ τὸν δῆμον. οὐ προεμένων δὲ αὐτὴν τιμωρήσασθαι τοῖσ χιλίοισ καὶ ἀπὸ τούτου προαχθέντων ἐσ μάχην ἀμφοτέρων, κρατοῦσιν οἱ τοῦ δήμου, κρατήσαντεσ δὲ οὐδένα ὑπὸ τοῦ θυμοῦ τῶν ἐναντίων ἔλιπον. ὕστερον δὲ ἄλλα τε ἐπηγάγοντο καθάρσια ὡσ ἐπὶ αἵματι ἐμφυλίῳ καὶ ἄγαλμα ἀνέθηκαν Μειλιχίου Διόσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기