- 텍스트

Pausanias, Description of Greece, Κορινθιακά?, chapter 38 7:

(파우사니아스, Description of Greece, Κορινθιακά, chapter 38 7:)

ἔστι δὲ ἐκ Λέρνης καὶ ἑτέρα παρ αὐτὴν ὁδὸς τὴν θάλασσαν ἐπὶ χωρίον ὃ Γενέσιον ὀνομάζουσι: πρὸς θαλάσσῃ δὲ τοῦ Γενεσίου Ποσειδῶνος ἱερόν ἐστιν οὐ μέγα. τούτου δ ἔχεται χωρίον ἄλλο Ἀπόβαθμοι: γῆς δὲ ἐνταῦθα πρῶτον τῆς Ἀργολίδος Δαναὸν σὺν ταῖς παισὶν ἀποβῆναι λέγουσιν. ἐντεῦθεν διελθοῦσιν Ἀνιγραῖα καλούμενα ὁδὸν καὶ στενὴν καὶ ἄλλως δύσβατον, ἔστιν ἐν ἀριστερᾷ μὲν καθήκουσα ἐπὶ θάλασσαν καὶ δένδρα - ἐλαίας μάλιστα - ἀγαθὴ τρέφειν γῆ, ἰόντι δὲ ἄνω πρὸς τὴν ἤπειρον <ἀπ> αὐτῆς χωρίον ἐστίν, ἔνθα δὴ ἐμαχέσαντο ὑπὲρ τῆς γῆς ταύτης λογάδες Ἀργείων τριακόσιοι πρὸς ἄνδρας Λακεδαιμονίων ἀριθμόν τε ἴσους καὶ ἐπιλέκτους ὁμοίως.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION