호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοσαῦτα μὲν Ἑρμιονεῦσίν ἐστιν ἐνταῦθα· ἡ δὲ ἐφ’ ἡμῶν πόλισ ἀπέχει μὲν τῆσ ἄκρασ, ἐφ’ ᾗ τοῦ Ποσειδῶνοσ τὸ ἱερόν, τέσσαρασ μάλιστα σταδίουσ, κειμένη δὲ ἐν ὁμαλῷ τὰ πρῶτα ἠρέμα ἐσ πρόσαντεσ ἄνεισι, τὸ δέ ἐστιν ἤδη τοῦ Πρωνόσ· Πρῶνα γὰρ τὸ ὄροσ τοῦτο ὀνομάζουσι. τεῖχοσ μὲν δὴ περὶ πᾶσαν τὴν Ἑρμιόνα ἕστηκε· τὰ δὲ ἐσ συγγραφὴν καὶ ἄλλα παρείχετο καὶ ὧν αὐτὸσ ποιήσασθαι μάλιστα ἠξίωσα μνήμην. Ἀφροδίτησ ναόσ ἐστιν ἐπίκλησιν Ποντίασ καὶ Λιμενίασ τῆσ αὐτῆσ, ἄγαλμα δὲ λευκοῦ λίθου μεγέθει τε μέγα καὶ ἐπὶ τῇ τέχνῃ θέασ ἄξιον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기