호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῆσ δὲ Τροιζηνίασ γῆσ ἐστιν ἰσθμὸσ ἐπὶ πολὺ διέχων ἐσ θάλασσαν, ἐν δὲ αὐτῷ πόλισμα οὐ μέγα ἐπὶ θαλάσσῃ Μέθανα ᾤκισται. Ἴσιδοσ δὲ ἐνταῦθα ἱερόν ἐστι καὶ ἄγαλμα ἐπὶ τῆσ ἀγορᾶσ Ἑρμοῦ, τὸ δὲ ἕτερον Ἡρακλέουσ. τοῦ δὲ πολίσματοσ τριάκοντά που στάδια ἀπέχει θερμὰ λουτρά· φασὶ δὲ Ἀντιγόνου τοῦ Δημητρίου Μακεδόνων βασιλεύοντοσ τότε πρῶτον τὸ ὕδωρ φανῆναι, φανῆναι δὲ οὐχ ὕδωρ εὐθὺσ ἀλλὰ πῦρ ἀναζέσαι πολὺ ἐκ τῆσ γῆσ, ἐπὶ δὲ τούτῳ μαρανθέντι ῥυῆναι τὸ ὕδωρ, ὃ δὴ καὶ ἐσ ἡμᾶσ ἄνεισι θερμόν τε καὶ δεινῶσ ἁλμυρόν. λουσαμένῳ δὲ ἐνταῦθα οὔτε ὕδωρ ἐστὶν ἐγγὺσ ψυχρὸν οὔτε ἐσπεσόντα ἐσ τὴν θάλασσαν ἀκινδύνωσ νήχεσθαι· θηρία γὰρ καὶ ἄλλα καὶ κύνασ παρέχεται πλείστουσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기