- 텍스트

Pausanias, Description of Greece, Κορινθιακά?, chapter 31 10:

(파우사니아스, Description of Greece, Κορινθιακά, chapter 31 10:)

τὸ δὲ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ Θεαρίου κατασκευάσαι μὲν Πιτθέα ἔφασαν, ἔστι δὲ ὧν οἶδα παλαιότατον. ἀρχαῖος μὲν οὖν καὶ Φωκαεῦσι τοῖς ἐν Ιὠνίᾳ ναός ἐστιν Ἀθηνᾶς, ὃν Ἅρπαγός ποτε ὁ Μῆδος ἐνέπρησεν, ἀρχαῖος δὲ καὶ ὁ Σαμίοις Ἀπόλλωνος Πυθίου: πλὴν πολύ γε ὕστερον τοῦ παρὰ Τροιζηνίοις ἐποιήθησαν. ἄγαλμα δέ ἐστι τὸ ἐφ ἡμῶν ἀνάθημα Αὐλίσκου, τέχνη δὲ Ἕρμωνος Τροιζηνίου: τοῦ δὲ Ἕρμωνος τούτου καὶ τὰ τῶν Διοσκούρων ξόανά ἐστι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION