Pausanias, Description of Greece, Κορινθιακά, chapter 31 9:

(파우사니아스, Description of Greece, Κορινθιακά, chapter 31 9:)

εἰσὶ δὲ οὐ μακρὰν τῆσ Λυκείασ Ἀρτέμιδοσ βωμοὶ διεστηκότεσ οὐ πολὺ ἀπ’ ἀλλήλων· ὁ μὲν πρῶτόσ ἐστιν αὐτῶν Διονύσου κατὰ δή τι μάντευμα ἐπίκλησιν Σαώτου, δεύτεροσ δὲ Θεμίδων ὀνομαζόμενοσ· Πιτθεὺσ τοῦτον ἀνέθηκεν, ὡσ λέγουσιν. Ἡλίου δὲ Ἐλευθερίου καὶ σφόδρα εἰκότι λόγῳ δοκοῦσί μοι ποιῆσαι βωμόν, ἐκφυγόντεσ δουλείαν ἀπὸ Ξέρξου τε καὶ Περσῶν.

SEARCH

MENU NAVIGATION