호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐκαλοῦντο δὲ ἀπὸ Ὀρνέωσ τοῦ Ἐρεχθέωσ· τοῦ δὲ Ὀρνέωσ ἦν τούτου Πετεώσ, τοῦ δὲ Μενεσθεύσ, ὃσ Ἀγαμέμνονι μετὰ Ἀθηναίων τὴν Πριάμου συγκαθεῖλεν ἀρχήν. ἀπὸ μὲν δὴ τούτου τὸ ὄνομα ἐγένετο τῇ πόλει, Ἀργεῖοι δὲ ὕστερον τούτων Ὀρνεάτασ ἀνέστησαν· ἀναστάντεσ δὲ σύνοικοι γεγόνασιν Ἀργείοισ. ἔστι δὲ ἐν ταῖσ Ὀρνεαῖσ Ἀρτέμιδόσ τε ἱερὸν καὶ ξόανον ὀρθὸν καὶ ἕτεροσ ναὸσ θεοῖσ πᾶσιν ἐσ κοινὸν ἀνειμένοσ. τὰ δὲ ἐπέκεινα Ὀρνεῶν ἥ τε Σικυωνία καὶ ἡ Φλιασία ἐστίν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기