호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπανελθοῦσι δὲ ἐσ τὴν ἐπὶ Τεγέασ ὁδόν ἐστιν ἐν δεξιᾷ τοῦ ὀνομαζομένου Τρόχου Κεγχρεαί. τὸ δὲ ὄνομα ἐφ’ ὅτῳ τῷ χωρίῳ γέγονεν, οὐ λέγουσι, πλὴν εἰ μὴ καὶ τοῦτο ἄρα ὠνομάσθη διὰ τὸν Πειρήνησ παῖδα Κεγχρίαν. καὶ πολυάνδρια ἐνταῦθά ἐστιν Ἀργείων νικησάντων μάχῃ Λακεδαιμονίουσ περὶ Ὑσιάσ. τὸν δὲ ἀγῶνα τοῦτον συμβάντα εὑρ́ισκον Ἀθηναίοισ ἄρχοντοσ Πεισιστράτου, τετάρτῳ δὲ ἔτει τῆσ <ἑβδόμησ καὶ εἰκοστῆσ> Ὀλυμπιάδοσ ἣν Εὐρύβοτοσ Ἀθηναῖοσ ἐνίκα στάδιον. καταβάντοσ δὲ ἐσ τὸ χθαμαλώτερον ἐρείπια Ὑσιῶν ἐστι πόλεώσ ποτε ἐν τῇ Ἀργολίδι, καὶ τὸ πταῖσμα Λακεδαιμονίοισ ἐνταῦθα γενέσθαι λέγουσιν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기