호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐντεῦθεν ἐρχομένοισ ὁδὸν καλουμένην <Κοίλην> ναόσ ἐστιν ἐν δεξιᾷ Διονύσου· τὸ δὲ ἄγαλμα εἶναι λέγουσιν ἐξ Εὐβοίασ. συμβάσησ γὰρ τοῖσ Ἕλλησιν, ὡσ ἐκομίζοντο ἐξ Ἰλίου, τῆσ πρὸσ τῷ Καφηρεῖ ναυαγίασ, τοὺσ δυνηθέντασ ἐσ τὴν γῆν διαφυγεῖν τῶν Ἀργείων ῥῖγόσ τε πιέζει καὶ λιμόσ. εὐξαμένοισ δὲ θεῶν τινα ἐν τοῖσ παροῦσιν ἀπόροισ γενέσθαι σωτῆρα, αὐτίκα ὡσ προῄεσαν ἐφάνη σφίσι Διονύσου σπήλαιον, καὶ ἄγαλμα ἦν ἐν τῷ σπηλαίῳ τοῦ θεοῦ· τότε δὲ αἶγεσ ἄγριαι φεύγουσαι τὸν χειμῶνα ἐσ αὐτὸ ἦσαν ἠθροισμέναι. ταύτασ οἱ Ἀργεῖοι σφάξαντεσ τά τε κρέα ἐδείπνησαν καὶ δέρμασιν ἐχρήσαντο ἀντὶ ἐσθῆτοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기