Pausanias, Description of Greece, Κορινθιακά, chapter 22 4:

(파우사니아스, Description of Greece, Κορινθιακά, chapter 22 4:)

τὸν μὲν δὴ Θυέστου παῖδα ἢ Βροτέου ‐ λέγεται γὰρ ἀμφότερα ‐ , ὃσ Κλυταιμνήστρᾳ πρότερον ἢ Ἀγαμέμνων συνῴκησε, τοῦτον μὲν <τὸν> Τάνταλον οὐ διοίσομαι ταφῆναι ταύτῃ· τοῦ δὲ λεγομένου Διόσ τε εἶναι καὶ Πλουτοῦσ ἰδὼν οἶδα ἐν Σιπύλῳ τάφον θέασ ἄξιον. πρὸσ δὲ οὐδὲ ἀνάγκη συνέπεσεν ἐκ τῆσ Σιπύλου φυγεῖν αὐτόν, ὡσ Πέλοπα ἐπέλαβεν ὕστερον ἐλαύνοντοσ Ἴλου τοῦ Φρυγὸσ ἐπ’ αὐτὸν στρατείᾳ.

SEARCH

MENU NAVIGATION