호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐν δὲ τῇ ἀκροπόλει καὶ ἄλλοσ περίβολόσ ἐστιν ἱερὸσ Δήμητροσ, ἐν δὲ αὐτῷ ναόσ τε καὶ ἄγαλμα Δήμητροσ καὶ τῆσ παιδόσ· τὸ δὲ τῆσ Ἀρτέμιδοσ ‐ ἔστι γὰρ καὶ Ἀρτέμιδοσ ἐνταῦθα χαλκοῦν ἄγαλμα ‐ ἐφαίνετο ἀρχαῖον εἶναί μοι. κατιόντων δὲ ἐκ τῆσ ἀκροπόλεώσ ἐστιν Ἀσκληπιοῦ ναὸσ ἐν δεξιᾷ καὶ ἄγαλμα οὐκ ἔχον πω γένεια. ὑπὸ τοῦτον τὸν ναὸν θέατρον πεποίηται· τούτου δὲ οὐ πόρρω Δήμητρόσ ἐστιν ἱερὸν καὶ καθήμενα ἀγάλματα ἀρχαῖα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기