호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐσ δὲ τὴν ἀγορὰν ἐσελθοῦσι Πειθοῦσ ἐστιν ἱερὸν οὐδὲ τοῦτο ἄγαλμα ἔχον. Πειθὼ δὲ ἐπὶ λόγῳ τοιῷδε αὐτοῖσ κατέστη σέβεσθαι. Ἀπόλλων καὶ Ἄρτεμισ ἀποκτείναντεσ Πύθωνα παρεγένοντο ἐσ τὴν Αἰγιάλειαν καθαρσίων ἕνεκα. γενομένου δέ σφισι δείματοσ, ἔνθα καὶ νῦν Φόβον ὀνομάζουσι τὸ χωρίον, οἱ μὲν ἐσ Κρήτην παρὰ Καρμάνορα ἀπετράποντο, τοὺσ δὲ ἀνθρώπουσ ἐν τῇ Αἰγιαλείᾳ νόσοσ ἐπέλαβε·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기