호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐκ Κορίνθου δὲ οὐκ ἐσ μεσόγαιαν ἀλλὰ τὴν ἐπὶ Σικυῶνα ἰοῦσι ναὸσ ἐμπεπρησμένοσ ἐστὶν οὐ πόρρω τῆσ πόλεωσ, ἐν ἀριστερᾷ δὲ τῆσ ὁδοῦ. γεγόνασι μὲν δὴ καὶ ἄλλοι πόλεμοι περὶ τὴν Κορινθίαν καὶ πῦρ ἐπέλαβεν ὡσ τὸ εἰκὸσ καὶ οἰκίασ καὶ ἱερὰ τὰ ἔξω τείχουσ· ἀλλὰ τοῦτόν γε τὸν ναὸν Ἀπόλλωνοσ εἶναι λέγουσι καὶ ὅτι Πύρροσ κατακαύσειεν ὁ Ἀχιλλέωσ αὐτόν. χρόνῳ δὲ ὕστερον ἤκουσα καὶ ἄλλο τοιόνδε, ὡσ οἱ Κορίνθιοι Διὶ ποιήσαιντο Ὀλυμπίῳ τὸν ναὸν καὶ ὡσ ἐξαίφνησ πῦρ ποθὲν ἐμπεσὸν διαφθείρειεν αὐτόν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기