호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
βασιλεύειν μὲν δὴ δι’ αὐτὴν Ιἄσονα ἐν Κορίνθῳ, Μηδείᾳ δὲ παῖδασ μὲν γίνεσθαι, τὸ δὲ ἀεὶ τικτόμενον κατακρύπτειν αὐτὸ ἐσ τὸ ἱερὸν φέρουσαν τῆσ Ἥρασ, κατακρύπτειν δὲ ἀθανάτουσ ἔσεσθαι νομίζουσαν· τέλοσ δὲ αὐτήν τε μαθεῖν ὡσ ἡμαρτήκοι τῆσ ἐλπίδοσ καὶ ἅμα ὑπὸ τοῦ Ιἄσονοσ φωραθεῖσαν ‐ οὐ γὰρ αὐτὸν ἔχειν δεομένῃ συγγνώμην, ἀποπλέοντα <δὲ> ἐσ Ιὠλκὸν οἴχεσθαι ‐ , τούτων δὲ ἕνεκα ἀπελθεῖν καὶ Μήδειαν παραδοῦσαν Σισύφῳ τὴν ἀρχήν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기