호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀκραγαντῖνοι μὲν οὖν καὶ Νάξιοι συμμαχήσειν ἔφησαν Ἀθηναίοισ, Καμαριναῖοι δὲ καὶ Μεσσήνιοι τὴν μὲν εἰρήνην ἄξειν ὡμολόγησαν, τὰσ δ’ ὑπὲρ τῆσ συμμαχίασ ἀποκρίσεισ ἀνεβάλοντο· Ἱμεραῖοι δὲ καὶ Σελινούντιοι, πρὸσ δὲ τούτοισ Γελῷοι καὶ Καταναῖοι, συναγωνιεῖσθαι τοῖσ Συρακοσίοισ ἐπηγγείλαντο. αἱ δὲ τῶν Σικελῶν πόλεισ τῇ μὲν εὐνοίᾳ πρὸσ Συρακοσίουσ ἔρρεπον, ὅμωσ δ’ ἐν ἡσυχίᾳ μένουσαι τὸ συμβησόμενον ἐκαραδόκουν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기