- 텍스트

Polybius, Histories, book 1, chapter 81

(폴리비오스, Histories, book 1, chapter 81)

Οἱ δὲ Καρχηδόνιοι τοῦ δυστυχήματος αὐτοῖς ἀναγγελθέντος ποιεῖν μὲν οὐδὲν εἶχον, ἐσχετλίαζον δὲ καὶ περιπαθεῖς γινόμενοι τῇ συμφορᾷ πρὸς μὲν Ἀμίλκαν καὶ τὸν ἕτερον τῶν στρατηγῶν Ἄννωνα πρεσβευτὰς ἐξέπεμπον, δεόμενοι βοηθεῖν καὶ τιμωρεῖν τοῖς ἠτυχηκόσι.? πρὸς δὲ τοὺς ἠσεβηκότας κήρυκας ἐξαπέστελλον περὶ τῆς τῶν νεκρῶν ἀναιρέσεως.

οἱ δ οὔτ ἔδοσαν, προεῖπόν τε τοῖς παροῦσιν μήτε κήρυκα πέμπειν πρὸς σφᾶς μήτε πρεσβευτήν, ὡς τῆς αὐτῆς κολάσεως ὑπομενούσης τοὺς παραγενομένους ἧς νῦν Γέσκων τέτευχε.

πρὸς δὲ τὸ λοιπὸν ἐδογματοποίησαν καὶ παρῄνεσαν αὑτοῖς, ὃν μὲν ἂν λάβωσιν Καρχηδονίων, τιμωρησαμένους ἀποκτείνειν:

ὃν δ ἂν τῶν συμμαχούντων αὐτοῖς, ἀποκόψαντας τὰς χεῖρας αὖθις εἰς Καρχηδόν ἀποπέμπειν. ὃ δὴ καὶ διετέλεσαν ἐπιμελῶς ποιοῦντες. διόπερ εἰς ταῦτα βλέπων οὐκ ἄν τις εἰπεῖν ὀκνήσειεν ὡς οὐ μόνον τὰ σώματα τῶν ἀνθρώπων καί τινα τῶν ἐν αὐτοῖς γεννωμένων ἑλκῶν καὶ φυμάτων ἀποθηριοῦσθαι συμβαίνει καὶ τελέως ἀβοήθητα γίνεσθαι, πολὺ δὲ μάλιστα τὰς ψυχάς.

ἐπί τε γὰρ τῶν ἑλκῶν, ἐὰν μὲν θεραπείαν τοῖς τοιούτοις προσάγῃ τις, ὑπ αὐτῆς ἐνίοτε ταύτης ἐρεθιζόμενα θᾶττον ποιεῖται τὴν νομήν:

ἐὰν δὲ πάλιν ἀφῇ, κατὰ τὴν ἐξ αὑτῶν φύσιν φθείροντα τὸ συνεχὲς οὐκ ἴσχει παῦλαν, ἑώς ἂν ἀφανίσῃ τὸ ὑποκείμενον: ταῖς τε ψυχαῖς παραπλησίως τοιαῦται πολλάκις ἐπιφύονται μελανίαι καὶ σηπεδόνες ὥστε μηδὲν ἀσεβέστερον ἀνθρώπου μηδ ὠμότερον ἀποτελεῖσθαι τῶν ζῴων.

οἷς ἐὰν μὲν συγγνώμην τινὰ προσάγῃς καὶ φιλανθρωπίαν, ἐπιβουλὴν καὶ παραλογισμὸν ἡγούμενοι τὸ συμβαῖνον ἀπιστότεροι καὶ δυσμενέστεροι γίνονται πρὸς τοὺς φιλανθρωποῦντας:

ἐὰν δ ἀντιτιμωρῇ, διαμιλλώμενοι τοῖς θυμοῖς οὐκ ἔστι τι τῶν ἀπειρημένων ἢ δεινῶν ὁποῖον οὐκ ἀναδέχονται, σὺν καλῷ τιθέμενοι τὴν τοιαύτην τόλμαν:

τέλος δ ἀποθηριωθέντες ἐξέστησαν τῆς ἀνθρωπίνης φύσεως. τῆς δὲ διαθέσεως ἀρχηγὸν μὲν καὶ μεγίστην μερίδα νομιστέον ἔθη μοχθηρὰ καὶ τροφὴν ἐκ παίδων κακήν, συνεργὰ δὲ καὶ πλείω, μέγιστα δὲ τῶν συνεργῶν τὰς ἀεὶ τῶν προεστώτων ὕβρεις καὶ πλεονεξίας.

ἃ δὴ τότε συνέβαινε καὶ περὶ μὲν τὸ σύστημα τῶν μισθοφόρων, ἔτι δὲ μᾶλλον περὶ τοὺς ἡγεμόνας αὐτῶν ὑπάρχειν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION