호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ρεῖς ἐνέβαλλον τοὺς ἔνδον.? Ἄννων δὲ περὶ μὲν τὰς παρασκευὰς ἐνδεχομένως ἐγίνετο: καὶ γὰρ ἦν πρὸς τοῦτο τὸ μέρος εὐφυής: ἐξορμήσας δὲ μετὰ τῆς δυνάμεως ἕτερος ἦν:
καὶ γὰρ τοῖς καιροῖς ἀστόχως ἐχρῆτο καὶ τοῖς ὅλοις πράγμασιν ἀπείρως καὶ νωθρῶς. διὸ καὶ τὸ μὲν πρῶτον εἰς Ἰτύκην παραβοηθήσας τοῖς πολιορκουμένοις καὶ καταπληξάμενος τοὺς ὑπεναντίους τῷ πλήθει τῶν θηρίων:
εἶχεν γὰρ οὐκ ἐλάττους ἑκατὸν ἐλεφάντων: καὶ μετὰ ταῦτα λαβὼν προτερήματος ἀρχὴν ὁλοσχεροῦς οὕτως ἐχρήσατο κακῶς ὥστε κινδυνεῦσαι προσαπολέσαι καὶ τοὺς πολιορκουμένους. κομίσας γὰρ ἐκ τῆς πόλεως τοὺς καταπέλτας καὶ τὰ βέλη καὶ συλλήβδην ἁπάσας τὰς πρὸς τὴν πολιορκίαν παρασκευὰς καὶ στρατοπεδεύσας πρὸ τῆς πόλεως ἐνεχείρησε προσβάλλειν πρὸς τὸν τῶν ὑπεναντίων χάρακα.
τῶν δὲ θηρίων βιασαμένων εἰς τὴν παρεμβολήν, οὐ δυνάμενοι τὸ βάρος οὐδὲ τὴν ἔφοδον οἱ πολέμιοι μεῖναι πάντες ἐξέπεσον ἐκ τῆς στρατοπεδείας.
καὶ πολλοὶ μὲν αὐτῶν ἀπέθανον τρωθέντες ὑπὸ τῶν θηρίων, τὸ δὲ διασῳζόμενον μέρος πρός τινα λόφον ἐρυμνὸν καὶ σύμφυτον ἔμενεν, πιστεῦον ταῖς ἐξ αὐτῶν τῶν τόπων ἀσφαλείαις.
τῶν μὲν στρατιωτῶν ὠλιγώρησε καὶ καθόλου τῆς παρεμβολῆς, αὐτὸς δ εἰσελθὼν εἰς τὴν πόλιν ἐγίνετο περὶ τὴν τοῦ σώματος θεραπείαν.
συστραφέντες ἐπιτίθενται τῷ χάρακι καὶ πολλοὺς μὲν αὐτῶν ἀπέκτειναν, τοὺς δὲ λοιποὺς ἠνάγκασαν φυγεῖν αἰσχρῶς ὑπὸ τὰ τείχη καὶ τὰς πύλας:
ἐκυρίευσαν δὲ τῆς ἀποσκευῆς ἁπάσης καὶ τῆς τῶν πολιορκουμένων παρασκευῆς, ἣν Ἄννων πρὸς τοῖς ἄλλοις ἐκκομίσας ἐκ τῆς πόλεως ἐποίησε τοῖς ἐχθροῖς ὑποχείριον.
ἅτε καὶ στρατοπεδευόντων σύνεγγυς αὐτῷ τῶν ὑπεναντίων, ἀμφοτέρους δοκεῖ τούτους εἰκῇ καὶ παραλόγως προέσθαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기