- 텍스트

Polybius, Histories, book 1, chapter 67

(폴리비오스, Histories, book 1, chapter 67)

μένης περὶ αὐτοὺς ἐπανορθώσεως.? εὐθέως διαφορὰ καὶ στάσις ἐγεννᾶτο καὶ συνδρομαὶ συνεχεῖς ἐγίνοντο, ποτὲ μὲν κατὰ γένη, ποτὲ δ ὁμοῦ πάντων.

ὡς δ ἂν μήθ ὁμοεθνῶν μήθ ὁμογλώττων ὑπαρχόντων, ἦν ἀμιξίας καὶ θορύβου καὶ τῆς λεγομένης τύρβης πλῆρες τὸ στρατόπεδον.

πρὸς δὲ τὸ γενομένης ὀργῆς ἢ διαβολῆς ἢ στάσεως διδάξαι καὶ πραῧναι καὶ μεταθεῖναι τοὺς ἠγνοηκότας ὁλοσχερῶς ἀστοχοῦσιν.

οὐ γὰρ οἱο῀ν ἀνθρωπίνῃ χρῆσθαι κακίᾳ συμβαίνει τὰς τοιαύτας δυνάμεις, ὅταν ἅπαξ εἰς ὀργὴν καὶ διαβολὴν ἐμπέσωσι πρός τινας, ἀλλ ἀποθηριοῦσθαι τὸ τελευταῖον καὶ παραστατικὴν λαμβάνειν διάθεσιν.

ὃ καὶ τότε συνέβη γενέσθαι περὶ αὐτούς:

ἦσαν γὰρ οἱ μὲν Ἴβηρες, οἱ δὲ Κελτοί, τινὲς δὲ Λιγυστῖνοι καὶ Βαλιαρεῖς, οὐκ ὀλίγοι δὲ μιξέλληνες, ὧν οἱ πλείους αὐτόμολοι καὶ δοῦλοι: τὸ δὲ μέγιστον μέρος αὐτῶν ἦν Λίβυες. διόπερ οὔτ ἐκκλησιάσαι συναθροίσαντα πάντας ὁμοῦ δυνατὸν ἦν οὔτ ἄλλην οὐδεμίαν εὑρέσθαι πρὸς τοῦτο μηχανήν.

πῶς γὰρ οἱό῀ν τε·

τὸν μὲν γὰρ στρατηγὸν εἰδέναι τὰς ἑκάστων διαλέκτους ἀδύνατον: διὰ πλειόνων δ ἑρμηνέων ἐκκλησιάζειν, ἅμα τετράκις καὶ πεντάκις περὶ ταὐτοῦ λέγοντα πράγματος, σχεδὸν ὡς εἰπεῖν ἔτι τοῦ πρόσθεν ἀδυνατώτερον. λοιπὸν ἦν διὰ τῶν ἡγεμόνων ποιεῖσθαι τὰς ἀξιώσεις καὶ παρακλήσεις:

ὅπερ ἐπειρᾶτο τότε συνεχῶς ποιεῖν [ὁ] Ἄννων. ἀκμὴν δὲ καὶ τούτους συνέβαινεν ἃ μὲν οὐκ αἰσθάνεσθαι τῶν λεγομένων, ἃ δὲ καὶ συναινέσαντας ἐνίοτε τῷ στρατηγῷ τἀναντία πρὸς τοὺς πολλοὺς ἀναγγέλλειν, τοὺς μὲν δι ἄγνοιαν, τοὺς δὲ διὰ κακίαν:

ἐξ ὧν ἦν ἀσαφείας, ἀπιστίας, ἀμιξίας ἅπαντα πλήρη. πρὸς γὰρ τοῖς ἄλλοις ᾤοντο καὶ τοὺς Καρχηδονίους ἐπίτηδες τοὺς μὲν εἰδότας στρατηγοὺς τὰς γεγενημένας χρείας κατὰ Σικελίαν ἐξ αὐτῶν καὶ πεποιημένους σφίσι τὰς ἐπαγγελίας οὐκ ἐξαποστέλλειν ὡς αὐτούς, τὸν δὲ μηδενὶ τούτων παρηκολουθηκότα τοῦτον ἐκπεπομφέναι.

τέλος δ οὖν ἀπαξιώσαντες μὲν τὸν Ἄννωνα, διαπιστήσαντες δὲ τοῖς κατὰ μέρος ἡγεμόσιν, ἐξοργισθέντες δὲ πρὸς τοὺς Καρχηδονίους ὡρ´μησαν πρὸς τὴν πόλιν:

καὶ κατεστρατοπέδευσαν ἀπέχοντες ὡς ἂν ἑκατὸν καὶ εἴκοσι στάδια τῆς Καρχηδόνος ἐπὶ τῷ καλουμένῳ Τύνητι, πλείους ὄντες τῶν δισμυρίων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION