호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῶν χορηγίων.? ἀναλαβὼν τά τε θηρία περὶ πεντήκοντα τὸν ἀριθμὸν ὄντα καὶ τὴν λοιπὴν δύναμιν ἅπασαν προῆγε κατὰ σπουδὴν ἐκ τῆς Ἡρακλείας, παραγγείλας τοῖς Νομαδικοῖς ἱππεῦσι προπορεύεσθαι καὶ συνεγγίσασι τῷ χάρακι τῶν ἐναντίων ἐρεθίζειν καὶ πειρᾶσθαι τοὺς ἱππεῖς αὐτῶν ἐκκαλεῖσθαι, κἄπειτα πάλιν ἐκκλίνασιν ἀποχωρεῖν, ἑώς ἂν αὐτῷ συμμίξωσι.
πραξάντων δὲ τὸ συνταχθὲν τῶν Νομάδων καὶ προσμιξάντων θατέρῳ τῶν στρατοπέδων, εὐθὺς οἱ τῶν Ῥωμαίων ἱππεῖς ἐξεχέοντο καὶ θρασέως ἐπέκειντο τοῖς Νομάσιν.
οἱ δὲ Λίβυες ὑπεχώρουν κατὰ τὸ παράγγελμα, μέχρι συνέμιξαν τοῖς περὶ τὸν Ἄννωνα:
λοιπόν τ ἐκ μεταβολῆς περιχυθέντες ἐπέκειντο τοῖς πολεμίοις καὶ πολλοὺς μὲν αὐτῶν ἀπέκτειναν, τοὺς δὲ λοιποὺς ἑώς εἰς τὸν χάρακα συνεδίωξαν. γενομένων δὲ τούτων ἐπεστρατοπέδευσαν οἱ περὶ τὸν Ἄννωνα τοῖς Ῥωμαίοις, καταλαβόμενοι τὸν λόφον τὸν καλούμενον Τόρον, ὡς δέκα σταδίους ἀπέχοντες τῶν ὑπεναντίων.
καὶ δύο μὲν μῆνας ἔμενον ἐπὶ τῶν ὑποκειμένων, οὐδὲν ὁλοσχερὲς πράττοντες πλὴν ἀκροβολιζόμενοι καθ ἑκάστην ἡμέραν.
τοῦ δ Ἀννίβου διαπυρσευομένου καὶ διαπεμπομένου συνεχῶς ἐκ τῆς πόλεως πρὸς τὸν Ἄννωνα καὶ δηλοῦντος ὅτι τὰ πλήθη τὸν λιμὸν οὐχ ὑπομένει, πολλοὶ δὲ καὶ πρὸς τοὺς πολεμίους αὐτομολοῦσι διὰ τὴν ἔνδειαν, ἔγνω διακινδυνεύειν ὁ τῶν Καρχηδονίων στρατηγός, οὐχ ἧττον ἐπὶ τοῦτο φερομένων καὶ τῶν Ῥωμαίων διὰ τὰς προειρημένας αἰτίας.
διόπερ ἐξαγαγόντες ἀμφότεροι τὰς δυνάμεις εἰς τὸν μεταξὺ τόπον τῶν στρατοπέδων συνέβαλλον ἀλλήλοις.
ἐπὶ πολὺν δὲ χρόνον γενομένης τῆς μάχης τέλος ἐτρέψαντο τοὺς προκινδυνεύσαντας μισθοφόρους τῶν Καρχηδονίων οἱ Ῥωμαῖοι.
τούτων δὲ πεσόντων εἰς τὰ θηρία καὶ τὰς λοιπὰς τάξεις τὰς ἐφεστηκυίας συνέβη πᾶν συνταραχθῆναι τὸ τῶν Φοινίκων στρατόπεδον.
γενομένου δ ἐγκλίματος ὁλοσχεροῦς οἱ μὲν πλεῖστοι διεφθάρησαν αὐτῶν, τινὲς δ εἰς Ἡράκλειαν ἀπεχώρησαν:
οἱ δὲ Ῥωμαῖοι τῶν τε πλείστων ἐκυρίευσαν θηρίων καὶ τῆς ἐπισκευῆς ἁπάσης. ἐπιγενομένης δὲ τῆς νυκτός, καὶ διὰ τὴν ἐκ τῶν κατορθωμάτων χαρὰν καὶ διὰ τὸν κόπον ῥᾳθυμότερον ταῖς φυλακαῖς αὐτῶν χρησαμένων, ἀπελπίσας Ἀννίβας τὰ πράγματα καὶ νομίσας ἔχειν εὐφυῆ καιρὸν πρὸς σωτηρίαν διὰ τὰς προειρημένας αἰτίας, ὡρ´μησε περὶ μέσας νύκτας ἐκ τῆς πόλεως, ἔχων τὰς ξενικὰς δυνάμεις.
χώσας δὲ φορμοῖς ἀχύρων σεσαγμένοις τὰς τάφρους ἔλαθε τοὺς πολεμίους ἀπαγαγὼν ἀσφαλῶς τὴν δύναμιν.
οἱ δὲ Ῥωμαῖοι τῆς ἡμέρας ἐπελθούσης συνέντες τὸ γεγονὸς καὶ τῆς οὐραγίας τῆς τῶν περὶ τὸν Ἀννίβαν ἐπὶ βραχὺ καθαψάμενοι μετὰ ταῦτα πάντες ὡρ´μησαν πρὸς τὰς πύλας.
οὐδενὸς δ ἐμποδὼν αὐτοῖς ἱσταμένου, παρεισπεσόντες διήρπασαν τὴν πόλιν καὶ πολλῶν μὲν σωμάτων, πολλῆς δὲ καὶ παντοδαπῆς ἐγένοντο κατασκευῆς ἐγκρατεῖς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기