- 텍스트

Herodotus, The Histories, book 7, chapter 167 2:

(헤로도토스, The Histories, book 7, chapter 167 2:)

ἔστι δὲ ὑπ αὐτῶν Καρχηδονίων ὅδε λόγος λεγόμενος, οἰκότι χρεωμένων, ὡς οἱ μὲν βάρβαροι τοῖσι Ἕλλησι ἐν τῇ Σικελίῃ ἐμάχοντο ἐξ ἠοῦς ἀρξάμενοι μέχρι δείλης ὀψίης ἐπὶ τοσοῦτο γὰρ λέγεται ἑλκύσαι τὴν σύστασιν, ὁ δὲ Ἀμίλκας ἐν τούτῳ τῷ χρόνῳ μένων ἐν τῷ στρατοπέδῳ ἐθύετο καὶ ἐκαλλιερέετο ἐπὶ πυρῆς μεγάλης σώματα ὅλα καταγίζων, ἰδὼν δὲ τροπὴν τῶν ἑωυτοῦ γινομένην, ὡς ἔτυχε ἐπισπένδων τοῖσι ἱροῖσι, ὦσε ἑωυτὸν ἐς τὸ πῦρ:? οὕτω δὴ κατακαυθέντα ἀφανισθῆναι.?

상위

The Histories

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION