호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀποθανόντοσ δὲ Δαρείου ἡ βασιληίη ἀνεχώρησε ἐσ τὸν παῖδα τὸν ἐκείνου Ξέρξην. ὁ τοίνυν Ξέρξησ ἐπὶ μὲν τὴν Ἑλλάδα οὐδαμῶσ πρόθυμοσ ἦν κατ’ ἀρχὰσ στρατεύεσθαι, ἐπὶ δὲ Αἴγυπτον ἐποιέετο στρατιῆσ ἄγερσιν. παρεὼν δὲ καὶ δυνάμενοσ παρ’ αὐτῷ μέγιστον Περσέων Μαρδόνιοσ ὁ Γοβρύεω, ὃσ ἦν Ξέρξῃ μὲν ἀνεψιὸσ Δαρείου δὲ ἀδελφεῆσ παῖσ, τοιούτου λόγου εἴχετο, λέγων "δέσποτα, οὐκ οἰκόσ ἐστι Ἀθηναίουσ ἐργασαμένουσ πολλὰ δὴ κακὰ Πέρσασ μὴ οὐ δοῦναι δίκην τῶν ἐποίησαν. ἀλλ’ εἰ τὸ μὲν νῦν ταῦτα πρήσσοισ τά περ ἐν χερσὶ ἔχεισ·
ἡμερώσασ δὲ Αἴγυπτον τὴν ἐξυβρίσασαν στρατηλάτεε ἐπὶ τὰσ Ἀθήνασ, ἵνα λόγοσ τέ σε ἔχῃ πρὸσ ἀνθρώπων ἀγαθόσ, καί τισ ὕστερον φυλάσσηται ἐπὶ γῆν τὴν σὴν στρατεύεσθαι. οὗτοσ μέν οἱ ὁ λόγοσ ἦν τιμωρόσ·
τοῦδε δὲ τοῦ λόγου παρενθήκην ποιεέσκετο τήνδε, ὡσ ἡ Εὐρώπη περικαλλὴσ εἰή χώρη, καὶ δένδρεα παντοῖα φέρει τὰ ἥμερα, ἀρετήν τε ἄκρη, βασιλέι τε μούνῳ θνητῶν ἀξίη ἐκτῆσθαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기