- 텍스트

Herodotus, The Histories, book 7, chapter 132

(헤로도토스, The Histories, book 7, chapter 132)

τῶν δὲ δόντων ταῦτα ἐγένοντο οἵδε, Θεσσαλοὶ Δόλοπες Ἐνιῆνες Περραιβοὶ Λοκροὶ Μάγνητες Μηλιέες Ἀχαιοὶ οἱ Φθιῶται καὶ Θηβαῖοι καὶ οἱ ἄλλοι Βοιωτοὶ πλὴν Θεσπιέων τε καὶ Πλαταιέων.? ἐπὶ τούτοισι οἱ Ἕλληνες ἔταμον ὁρ´κιον οἱ τῷ βαρβάρῳ πόλεμον ἀειράμενοι:

τὸ δὲ ὁρ´κιον ὧδε εἶχε, ὅσοι τῷ Πέρσῃ ἔδοσαν σφέας αὐτοὺς Ἕλληνες ἐόντες μὴ ἀναγκασθέντες, καταστάντων σφι εὖ τῶν πρηγμάτων, τούτους δεκατεῦσαι τῷ ἐν Δελφοῖσι θεῷ. τὸ μὲν δὴ ὁρ´κιον ὧδε εἶχε τοῖσι Ἕλλησι.?

상위

The Histories

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION