- 텍스트

Herodotus, The Histories, book 7, chapter 2

(헤로도토스, The Histories, book 7, chapter 2)

στελλομένου δὲ Δαρείου ἐπ Αἴγυπτον καὶ Ἀθήνας, τῶν παίδων αὐτοῦ στάσις ἐγένετο μεγάλη περὶ τῆς ἡγεμονίης, ὡς δεῖ μιν ἀποδέξαντα βασιλέα κατὰ τὸν Περσέων νόμον οὕτω στρατεύεσθαι.? ἦσαν γὰρ Δαρείῳ καὶ πρότερον ἢ βασιλεῦσαι γεγονότες τρεῖς παῖδες ἐκ τῆς προτέρης γυναικός, Γοβρύεω θυγατρός, καὶ βασιλεύσαντι ἐξ Ἀτόσσης τῆς Κύρου ἕτεροι τέσσερες.

τῶν μὲν δὴ προτέρων ἐπρέσβευε Ἀρτοβαζάνης, τῶν δὲ ἐπιγενομένων Ξέρξης. ὁ μὲν Ἀρτοβαζάνης κατότι πρεσβύτατός τε εἰή παντὸς τοῦ γόνου καὶ ὅτι νομιζόμενον εἰή πρὸς πάντων ἀνθρώπων τὸν πρεσβύτατον τὴν ἀρχὴν ἔχειν, Ξέρξης δὲ ὡς Ἀτόσσης τε παῖς εἰή τῆς Κύρου θυγατρὸς καὶ ὅτι Κῦρος εἰή ὁ κτησάμενος τοῖσι Πέρσῃσι τὴν ἐλευθερίην.?

상위

The Histories

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION