호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπὶ δὲ τοὺσ εἰσ Σηστὸν καταφυγόντασ Ἀθηναίουσ στρατεύσασ τὴν μὲν πόλιν εἷλε, τοὺσ δ’ Ἀθηναίουσ ὑποσπόνδουσ ἀφῆκεν. εὐθὺσ δὲ τῇ δυνάμει πλεύσασ ἐπὶ Σάμον αὐτὸσ μὲν ταύτην ἐπολιόρκει, Γύλιππον δὲ τὸν εἰσ Σικελίαν τοῖσ Συρακοσίοισ τῷ ναυτικῷ συμπολεμήσαντα ἀπέστειλεν εἰσ Σπάρτην τά τε λάφυρα κομίζοντα καὶ μετὰ τούτων ἀργυρίου τάλαντα χίλια καὶ πεντακόσια.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기