호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ μὲν οὖν Διομέδων ταῦτα διαλεχθεὶσ ἐπὶ τὸν κυρωθέντα θάνατον ἀπήγετο μετὰ τῶν ἄλλων στρατηγῶν, τοῖσ ἀγαθοῖσ τῶν πολιτῶν πολὺν οἶκτον παραστήσασ καὶ δάκρυα· τὸν γὰρ ἀδίκωσ τελευτᾶν μέλλοντα τοῦ μὲν καθ’ αὑτὸν πάθουσ μηδ’ ἡντινοῦν ποιεῖσθαι μνείαν, ὑπὲρδὲ τῆσ ἀδικούσησ πόλεωσ ἀξιοῦν τὰσ εὐχὰσ ἀποδιδόναι τοῖσ θεοῖσ, ἐφαίνετ’ ἀνδρὸσ εὐσεβοῦσ ἔργον καὶ μεγαλοψύχου καὶ τῆσ περὶ αὐτὸν τύχησ ἀναξίου.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기