- 텍스트

Diodorus Siculus, Library, book xiii, chapter 74

(디오도로스 시켈로스, Library, book xiii, chapter 74)

ταχὺ δὲ τοῦ πλήθους πιστεύοντος ταῖς διαβολαῖς, ἡ μὲν περὶ Ἀλκιβιάδην ἐθραύετο δόξα διὰ τὸ περὶ τὴν ναυμαχίαν ἐλάττωμα καὶ τὰ περὶ τὴν Κύμην ἡμαρτημένα, ὁ δὲ τῶν Ἀθηναίων δῆμος ὑφορώμενος τὴν τἀνδρὸς τόλμαν δέκα στρατηγοὺς εἵλατο, Κόνωνα, Λυσίαν, Διομέδοντα, Περικλέα, πρὸς δὲ τούτοις Ἐρασινίδην, Ἀριστοκράτην, Ἀρχέστρατον, Πρωτόμαχον, Θρασύβουλον, Ἀριστογένην:? ἐκ δὲ τούτων προκρίνας Κόνωνα ταχέως ἐξέπεμψε παρ Ἀλκιβιάδου τὸ ναυτικὸν παραληψόμενον. Ἀλκιβιάδης δὲ τῆς ἀρχῆς ἐκχωρήσας τῷ Κόνωνι καὶ τὰς δυνάμεις παραδούς, τὴν μὲν εἰς Ἀθήνας ἐπάνοδον ἀπέγνω, μετὰ δὲ τριήρους μιᾶς εἰς Πακτύην τῆς Θρᾴκης ἀπεχώρησε:

χωρὶς γὰρ τῆς τοῦ πλήθους ὀργῆς καὶ τὰς ἐπενηνεγμένας αὐτῷ δίκας εὐλαβεῖτο. πολλοὶ γὰρ θεωροῦντες αὐτὸν κακῶς φερόμενον ἐπενηνόχεισαν ἐγκλήματα πολλά:

μέγιστον δ ἦν τὸ περὶ τῶν ἵππων, τετιμημένον ταλάντων ὀκτώ. Διομήδους γάρ τινος τῶν φίλων συμπέμψαντος αὐτῷ τέθριππον εἰς Ὀλυμπίαν, ὁ Ἀλκιβιάδης κατὰ τὴν ἀπογραφὴν τὴν εἰωθυῖαν γίνεσθαι τοὺς ἵππους ἰδίους ἀπεγράψατο, καὶ νικήσας τὸ τέθριππον τήν τ ἐκ τῆς νίκης δόξαν αὐτὸς ἀπηνέγκατο καὶ τοὺς ἵππους οὐκ ἀπέδωκε τῷ πιστεύσαντι. ταῦτα δὴ πάντα διανοούμενος ἐφοβεῖτο, μήποτε καιρὸν λαβόντες Ἀθηναῖοι τιμωρίαν ἐπιθῶσι περὶ πάντων ὧν εἰς αὐτοὺς ἐξήμαρτεν:

αὐτὸς οὖν αὑτοῦ κατέγνω φυγήν. προσετέθη δὲ καὶ συνωρὶς κατὰ τὴν αὐτὴν Ὀλυμπιάδα, καὶ παρὰ Λακεδαιμονίοις Πλειστῶναξ ὁ βασιλεὺς ἐτελεύτησεν ἄρξας ἔτη πεντήκοντα, διαδεξάμενος δὲ τὴν ἀρχὴν Παυσανίας ἦρξεν ἔτη τετταρακαίδεκα.

οἱ δὲ τὴν Ῥόδον νῆσον κατοικοῦντες καὶ Ιἠλυσὸν καὶ Λίνδον καὶ Κάμειρον μετῳκίσθησαν εἰς μίαν πόλιν τὴν νῦν καλουμένην Ῥόδον. Ἑρμοκράτης δ ὁ Συρακόσιος ἀναλαβὼν τοὺς μετ αὐτοῦ στρατεύοντας ὡρ´μησεν ἐκ Σελινοῦντος, καὶ παραγενόμενος πρὸς τὴν Ἱμέραν κατεστρατοπέδευσεν ἐν τοῖς προαστείοις τῆς ἀνατετραμμένης πόλεως.

διαπυθόμενος δ ἐν ᾧ τόπῳ παρετάχθησαν οἱ Συρακόσιοι, τὰ τῶν τετελευτηκότων ὀστᾶ συνήθροιζε, παρασκευάσας δ ἁμάξας πολυτελῶς κεκοσμημένας, ἐπὶ τούτων παρεκόμισεν αὐτὰ ἐπὶ τὴν Συράκουσαν. αὐτὸς μὲν οὖν ἐπὶ τῶν ὁρ´ων κατέμεινε διὰ τὸ κωλύεσθαι τοὺς φυγάδας ὑπὸ τῶν νόμων συνιέναι, τῶν δὲ μετ αὐτοῦ τινας ἀπέστειλεν, οἳ τὰς ἁμάξας παρεκόμισαν εἰς τὰς Συρακούσας.

ὁ δ Ἑρμοκράτης ταῦτα ἔπραττεν, ὅπως ὁ μὲν Διοκλῆς ἀντιπράττων αὐτῷ περὶ τῆς καθόδου, δοκῶν δ αἴτιος εἶναι τοῦ περιεωρᾶσθαι τοὺς τετελευτηκότας ἀτάφους, προσκόψαι τοῖς πλήθεσιν, αὐτὸς δὲ φιλανθρώπως τούτοις προσενεχθεὶς ἐπαγάγοι τὸ πλῆθος εἰς τὴν προτέραν εὔνοιαν.

τῶν οὖν ὀστῶν παρακομισθέντων ἐνέπεσεν εἰς τὰ πλήθη στάσις, τοῦ μὲν Διοκλέους κωλύοντος θάπτειν, τῶν δὲ πολλῶν συγκατατιθεμένων.

τέλος δ οἱ Συρακόσιοι ἔθαψάν τε τὰ λείψανα τῶν τετελευτηκότων καὶ πανδημεὶ τὴν ἐκφορὰν ἐτίμησαν. καὶ ὁ μὲν Διοκλῆς ἐφυγαδεύθη, τὸν δ Ἑρμοκράτην οὐδ ὣς προσεδέξαντο: ὑπώπτευον γὰρ τὴν τἀνδρὸς τόλμαν, μήποτε τυχὼν ἡγεμονίας ἀναδείξῃ ἑαυτὸν τύραννον. ὁ μὲν οὖν Ἑρμοκράτης τότε τὸν καιρὸν οὐχ ὁρῶν εὔθετον εἰς τὸ βιάσασθαι, πάλιν ἀνεχώρησεν εἰς Σελινοῦντα.

μετὰ δέ τινα χρόνον τῶν φίλων αὐτὸν μεταπεμπομένων ὡρ´μησε μετὰ τρισχιλίων στρατιωτῶν, καὶ πορευθεὶς διὰ τῆς Γελῴας ἧκε νυκτὸς ἐπὶ τὸν συντεταγμένον τόπον. οὐ δυνηθέντων δὲ ἁπάντων ἀκολουθῆσαι τῶν στρατιωτῶν, ὁ μὲν Ἑρμοκράτης μετ ὀλίγων προσελθὼν τῷ κατὰ τὴν Ἀχραδινὴν πυλῶνι, καὶ τῶν φίλων τινὰς εὑρὼν προκατειλημμένους τοὺς τόπους, ἀνελάμβανε τοὺς ἀφυστεροῦντας:

οἱ δὲ Συρακόσιοι τὸ γεγενημένον ἀκούσαντες σὺν τοῖς ὅπλοις ἦλθον εἰς τὴν ἀγοράν, καθ ἣν μετὰ πολλοῦ πλήθους ἐπιφανέντες τόν τε Ἑρμοκράτην καὶ τῶν συμπραττόντων αὐτῷ τοὺς πλείστους ἀπέκτειναν.

τοὺς δὲ ἀπὸ τῆς μάχης διασωθέντας μεθιστάντες εἰς κρίσιν φυγῇ κατεδίκαζον: διόπερ τινὲς αὐτῶν πολλοῖς περιπεσόντες τραύμασιν ὡς τετελευτηκότες ὑπὸ τῶν συγγενῶν παρεδόθησαν, ὅπως μὴ τῇ τοῦ πλήθους ὀργῇ παραδοθῶσιν, ὧν ἦν καὶ Διονύσιος ὁ μετὰ ταῦτα τῶν Συρακοσίων τυραννήσας.

τῶν δὲ κατὰ τὸν ἐνιαυτὸν τοῦτον πράξεων τέλος ἐχουσῶν Ἀθήνησι μὲν Ἀντιγένης τὴν ἀρχὴν παρέλαβε, Ῥωμαῖοι δ ὑπάτους κατέστησαν Γάιον Μάνιον Αἰμίλιον καὶ Γάιον Οὐαλέριον.

περὶ δὲ τούτους τοὺς χρόνους Κόνων ὁ τῶν Ἀθηναίων στρατηγός, ἐπειδὴ παρέλαβε τὰς δυνάμεις ἐν Σάμῳ, τάς τε παρούσας τῶν νεῶν ἐξηρτύετο καὶ τὰς παρὰτῶν συμμάχων ἤθροιζε, σπεύδων ἐφάμιλλον κατασκευάσαι τὸν στόλον ταῖς τῶν πολεμίων ναυσίν. οἱ δὲ Σπαρτιᾶται, τῷ Λυσάνδρῳ διεληλυθότος ἤδη τοῦ τῆς ναυαρχίας χρόνου, Καλλικρατίδην ἐπὶ τὴν διαδοχὴν ἀπέστειλαν.

οὗτος δὲ νέος μὲν ἦν παντελῶς, ἄκακος δὲ καὶ τὴν ψυχὴν ἁπλοῦς, οὔπω τῶν ξενικῶν ἠθῶν πεπειραμένος, δικαιότατος δὲ Σπαρτιατῶν: ὁμολογουμένως δὲ καὶ κατὰ τὴν ἀρχὴν οὐδὲν ἔπραξεν ἄδικον οὔτ εἰς πόλιν οὔτ εἰς ἰδιώτην, ἀλλὰ καὶ τοῖς ἐπιχειροῦσιν αὐτὸν διαφθείρειν χρήμασι χαλεπῶς ἔφερε καὶ δίκην παρ αὐτῶν ἐλάμβανεν. οὗτος καταπλεύσας εἰς Ἔφεσον παρέλαβε τὰς ναῦς, μεταπεμψάμενος δὲ καὶ τὰς παρὰ τῶν συμμάχων ναῦς τὰς πάσας σὺν ταῖς παρὰ Λυσάνδρου παρέλαβεν ἑκατὸν τεσσαράκοντα.

ἐν δὲ τῇ Χίων χώρᾳ Δελφίνιον κατεχόντων Ἀθηναίων, ἐπὶ τούτους ἔπλευσε μετὰ πασῶν τῶν νεῶν, καὶ πολιορκεῖν ἐπεχείρησεν. οἱ δ Ἀθηναῖοι περὶ πεντακοσίους ὄντες κατεπλάγησαν τὸ μέγεθος τῆς δυνάμεως, καὶ διεξελθόντες ἐξέλιπον τὸ χωρίον ὑπόσπονδοι.

Καλλικρατίδας δὲ τὸ μὲν φρούριον παραλαβὼν κατέσκαψεν, ἐπὶ δὲ Τηίους πλεύσας, καὶ νυκτὸς παρεισπεσὼν ἐντὸς τῶν τειχῶν, διήρπασε τὴν πόλιν. μετὰ δὲ ταῦτα πλεύσας εἰς Λέσβον, τῇ Μηθύμνῃ προσέβαλε μετὰ τῆς δυνάμεως παρ Ἀθηναίων ἐχούσῃ φρουράν.

ποιησάμενος δὲ συνεχεῖς προσβολὰς ἐν ἀρχῇ μὲν οὐδὲν ἤνυε, μετ ὀλίγον δέ τινων ἐνδόντων αὐτῷ τὴν πόλιν παρεισέπεσεν ἐντὸς τῶν τειχῶν, καὶ τὰς μὲν κτήσεις διήρπασε, τῶν δ ἀνδρῶν φεισάμενος ἀπέδωκε τοῖς Μηθυμναίοις τὴν πόλιν. τούτων δὲ πραχθέντων ἐπὶ τὴν Μιτυλήνην ὡρ´μησε, καὶ τοὺς μὲν ὁπλίτας Θώρακι τῷ Λακεδαιμονίῳ παραδοὺς ἐκέλευσε πεζῇ κατὰ σπουδὴν ἐπείγεσθαι, ταῖς δὲ ναυσὶν αὐτὸς παρέπλευσεν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION