- 텍스트

Diodorus Siculus, Library, book xiii, chapter 71

(디오도로스 시켈로스, Library, book xiii, chapter 71)

Ἀλκιβιάδης δὲ πυθόμενος ἐν Ἐφέσῳ τὸν Λύσανδρον ἐξαρτύειν τὸν στόλον, ἀνήχθη μετὰ πασῶν τῶν νεῶν εἰς Ἔφεσον.? ἐπιπλεύσας δὲ τοῖς λιμέσιν,ὡς οὐδεὶς ἀντανήγετο, τὰς μὲν πολλὰς ναῦς καθώρμισε περὶ τὸ Νότιον, τὴν ἡγεμονίαν αὐτῶν παραδοὺς Ἀντιόχῳ τῷ ἰδίῳ κυβερνήτῃ, διακελευσάμενος αὐτῷ μὴ ναυμαχεῖν, ἑώς ἂν αὐτὸς παραγένηται, τὰς δὲ στρατιώτιδας ναῦς ἀνέλαβε καὶ κατὰ σπουδὴν ἔπλευσεν εἰς Κλαζομενάς: αὕτη γὰρ ἡ πόλις σύμμαχος Ἀθηναίων οὖσα κακῶς ἔπασχεν ὑπό τινων φυγάδων πορθουμένη. ὁ δ Ἀντίοχος ὢν τῇ φύσει πρόχειρος, καὶ σπεύδων δι ἑαυτοῦ τι πρᾶξαι λαμπρόν, τῶν μὲν Ἀλκιβιάδου λόγων ἠμέλησε, δέκα δὲ ναῦς τὰς ἀρίστας πληρώσας, καὶ τὰς ἄλλας τοῖς τριηράρχοις παραγγείλας ἑτοίμας ἔχειν, ἂν ἦ χρεία ναυμαχεῖν, ἐπέπλευσε τοῖς πολεμίοις, προκαλεσόμενος εἰς ναυμαχίαν.

ὁ δὲ Λύσανδρος πεπυσμένος παρά τινων αὐτομόλων τὴν ἄφοδον Ἀλκιβιάδου καὶ τῶν ἀρίστων μετ αὐτοῦ στρατιωτῶν, καιρὸν εἶναι διέλαβε πρᾶξαί τι τῆς Σπάρτης ἄξιον.

διόπερ πάσαις ταῖς ναυσὶν ἀνταναχθεὶς μίαν μὲν τὴν προπλέουσαν τῶν δέκα, καθ ἣν Ἀντίοχος ἦν ἀντιτεταγμένος, κατέδυσε, τὰς δ ἄλλας τρεψάμενος ἐδίωξε, μέχρις οὗ τὰς ἄλλας πληρώσαντες οἱ τριήραρχοι τῶν Ἀθηναίων παρεβοήθησαν ἐν οὐδεμιᾷ τάξει. γενομένης δὲ ναυμαχίας ἀθρόαις ταῖς ναυσὶν οὐ μακρὰν τῆς γῆς, Ἀθηναῖοι διὰ τὴν ἀταξίαν ἠλαττώθησαν καὶ ναῦς ἀπέβαλον δύο πρὸς ταῖς εἴκοσι:

τῶν δ ἐν αὐταῖς ἀνδρῶν ὀλίγοι μὲν ἐζωγρήθησαν,οἱ δὲ λοιποὶ πρὸς τὴν γῆν διενήξαντο. Ἀλκιβιάδης δὲ πυθόμενος τὸ γεγενημένον διὰ σπουδῆς ἀνέκαμψεν εἰς τὸ Νότιον, καὶ πάσας τὰς τριήρεις πληρώσας ἐπέπλευσε τοῖς λιμέσι τῶν πολεμίων: οὐ τολμῶντος δ ἀνταναχθῆναι τοῦ Λυσάνδρου τὸν πλοῦν εἰς Σάμον ἐποιήσατο. τούτων δὲ πραττομένων Θρασύβουλος ὁ τῶν Ἀθηναίων στρατηγὸς μετὰ νεῶν πεντεκαίδεκα πλεύσας ἐπὶ Θάσον ἐνίκησε μάχῃ τοὺς ἐκ τῆς πόλεως καὶ περὶ διακοσίους αὐτῶν ἀνεῖλεν:

ἐγκλείσας δ αὐτοὺς εἰς πολιορκίαν ἠνάγκασε τοὺς φυγάδας τοὺς τὰ τῶν Ἀθηναίων φρονοῦντας καταδέχεσθαι, καὶ φρουρὰν λαβόντας συμμάχους Ἀθηναίων εἶναι. μετὰ δὲ ταῦτα πλεύσας εἰς Ἄβδηρα προσηγάγετο πόλιν ἐν ταῖς δυνατωτάταις οὖσαν τότε τῶν ἐπὶ Θρᾴκης.

οἱ μὲν οὖν στρατηγοὶ τῶν Ἀθηναίων ταῦτα ἔπραξαν μετὰ τὸν οἴκοθεν ἔκπλουν.

Ἆγις δ ὁ τῶν Λακεδαιμονίων βασιλεὺς ἔτυχε μὲν ἐν τῇ Δεκελείᾳ διατρίβων μετὰ τῆς δυνάμεως, πυνθανόμενος δὲ τοὺς κρατίστους τῶν Ἀθηναίων μετ Ἀλκιβιάδου στρατευομένους, νυκτὸς ἀσελήνου τὸ στρατόπεδον ἤγαγεν ἐπὶ τὰς Ἀθήνας.

εἶχε δὲ πεζοὺς δισμυρίους ὀκτακισχιλίους, ὧν ἦσαν οἱ μὲν ἡμίσεις ὁπλῖται κατ ἐκλογήν, οἱ δ ἡμίσεις ψιλοί:

κατηκολούθουν δ αὐτῷ καὶ τῶν ἱππέων εἰς χιλίους διακοσίους, ὧν ἐννακοσίους μὲν Βοιωτοὶ παρείχοντο, τοὺς δὲ λοιποὺς Πελοποννήσιοι συνεξέπεμψαν. ὡς δ ἐγγὺς ἐγενήθη τῆς πόλεως, ἔλαθε ταῖς προφυλακαῖς ἐγγίσας, καὶ ῥᾳδίως αὐτοὺς τρεψάμενος διὰ τὸ παράδοξον, ὀλίγους μὲν ἀνεῖλε, τοὺς δ ἄλλους συνεδίωξεν ἐντὸς τῶν τειχῶν. οἱ δ Ἀθηναῖοι μαθόντες τὸ γεγενημένον, ἅπασι παρήγγειλαν τοῖς πρεσβυτέροις καὶ τοῖς μεγίστοις παισὶν ἀπαντᾶν μετὰ τῶν ὅπλων:

οἱ δὲ στρατηγοὶ τῶν Ἀθηναίων ἅμ ἡμέρᾳ θεωροῦντες ἐκτεταγμένην τὴν τῶν πολεμίων δύναμιν εἰς φάλαγγα τὸ μὲν βάθος εἰς τέτταρας ἄνδρας, τὸ δὲ μῆκος ἐπὶ σταδίους ὀκτώ, τότε πρῶτον κατεπλάγησαν, θεωροῦντες τὰ δύο μέρη σχεδὸν τοῦ τείχους ὑπὸ τῶν πολεμίων περιειλημμένα.

μετὰ δὲ ταῦτα τοὺς ἱππεῖς ἐξαπέστειλαν, ὄντας παραπλησίους τὸν ἀριθμὸν τοῖς ἐναντίοις:

ὧν πρὸ τῆς πόλεως συστησαμένων ἱππομαχίαν ἐπί τινα χρόνον ἐγένετο καρτερὰ μάχη. ἡ μὲν γὰρ φάλαγξ περὶ πέντε σταδίους ἀπεῖχε τοῦ τείχους, οἱ δ ἱππεῖς συμπλακέντες ἀλλήλοις πρὸς αὐτοῖς τοῖς τείχεσι διηγωνίζοντο. οἱ μὲν οὖν Βοιωτοὶ καθ αὑτοὺς προνενικηκότες ἐπὶ Δηλίῳ τοὺς Ἀθηναίους, δεινὸν ἡγοῦντο τῶν ἡττημένων φανῆναι καταδεέστεροι:

οἱ δ Ἀθηναῖοι θεατὰς ἔχοντες τῆς ἀρετῆς τοὺς ἐπὶ τῶν τειχῶν ἐφεστῶτας καὶ κατὰ ἄνδρα γνωριζόμενοι, πᾶν ὑπέμενον ὑπὲρ τῆς νίκης. τέλος δὲ βιασάμενοι τοὺς ἀντιτεταγμένους, συχνοὺς μὲν αὐτῶν ἀνεῖλον, τοὺς δ ἄλλους κατεδίωξαν μέχρι τῆς τῶν πεζῶν φάλαγγος.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION