호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Λακεδαιμόνιοι δὲ τήν τε ναυτικὴν δύναμιν ἄρδην ἀπολωλεκότες καὶ μετ αὐτῆς Μίνδαρον τὸν ἡγεμόνα, ταῖς ψυχαῖς ὅμως οὐκ ἐνέδωκαν, ἀλλὰ ναύαρχον εἵλαντο Λύσανδρον, δοκοῦντα στρατηγίᾳ διαφέρειν τῶν ἄλλων καὶ τόλμαν ἔμπρακτον ἔχοντα πρὸς πᾶσαν περίστασιν:? ὃς παραλαβὼν τὴν ἀρχὴν ἐκ τῆς Πελοποννήσου στρατιώτας τε κατέγραφε τοὺς ἱκανοὺς καὶ ναῦς ἐπλήρωσεν ὅσας ἐδύνατο πλείστας. ἐκπλεύσας δὲ εἰς Ῥόδον, καὶ προσλαβόμενος ἐκεῖθεν ναῦς ὅσας εἶχον αἱ πόλεις, ἔπλευσεν εἰς Ἔφεσον καὶ Μίλητον.
καταρτίσας δὲ καὶ τὰς ἐν ταύταις ταῖς πόλεσι τριήρεις, μετεπέμψατο τὰς ἐκ Χίου, καὶ στόλον ἐξήρτυεν ἐξ Ἐφέσου νεῶν ὑπάρχοντα σχεδὸν ἑβδομήκοντα. ἀκούσας δὲ Κῦρον τὸν Δαρείου τοῦ βασιλέως υἱὸν ὑπὸ τοῦ πατρὸς ἀπεσταλμένον συμπολεμεῖν τοῖς Λακεδαιμονίοις, ἧκεν εἰς Σάρδεις πρὸς αὐτόν, καὶ παροξύνας τὸν νεανίσκον εἰς τὸν κατὰ τῶν Ἀθηναίων πόλεμον μυρίους μὲν δαρεικοὺς παραχρῆμα ἔλαβεν εἰς τὸν τῶν στρατιωτῶν μισθόν, καὶ εἰς τὸ λοιπὸν δὲ ὁ Κῦρος ἐκέλευσεν αἰτεῖν μηδὲν ὑποστελλόμενον:
ἐντολὰς γὰρ ἔχειν παρὰ τοῦ πατρός, ὅπως ὅσα ἂν προαιρῶνται Λακεδαιμόνιοι χορηγήσαι αὐτοῖς. ἀνακάμψας δὲ εἰς Ἔφεσον ἀπὸ τῶν πόλεων μετεπέμπετο τοὺς δυνατωτάτους, πρὸς οὓς ἑταιρίας συντιθέμενος ἐπηγγέλλετο τῶν πραγμάτων κατορθωθέντων κυρίους ἑκάστους τῶν πόλεων ποιήσειν.
δι ἣν αἰτίαν συνέβη τούτους πρὸς ἀλλήλους ἁμιλλωμένους ὑπηρετεῖν πλείονα τῶν ἐπιταττομένων, καὶ ταχὺ παραδόξως εὐπορεῖν τὸν Λύσανδρον πάντων τῶν εἰς πόλεμον χρησίμων.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기