- 텍스트

Diodorus Siculus, Library, book xiii, chapter 68

(디오도로스 시켈로스, Library, book xiii, chapter 68)

τοῦ δ ἔτους διελθόντος Ἀθηναῖοι μὲν Εὐκτήμονι παρέδωκαν τὴν ἀρχήν, Ῥωμαῖοι δ ὑπάτους κατέστησαν Μάρκον Παπίριον καὶ Σπόριον Ναύτιον, Ὀλυμπιὰς δ ἐγένετο τρίτη πρὸς ταῖς ἐνενήκοντα, καθ ἣν ἐνίκα στάδιον Εὔβατος Κυρηναῖος.? περὶ δὲ τούτους τοὺς χρόνους οἱ τῶν Ἀθηναίων στρατηγοὶ Βυζαντίου κυριεύσαντες ἐπῆλθον τὸν Ἑλλήσποντον, καὶ τὰς ἐν αὐτῷ πόλεις πλὴν Ἀβύδου πάσας εἷλον. μετὰ δὲ ταῦτα Διόδωρον καὶ Μαντίθεον ἐπιμελητὰς μετὰ τῆς ἱκανῆς δυνάμεως κατέλιπον, αὐτοὶ δὲ μετὰ τῶν νεῶν καὶ τῶν λαφύρων ἔπλεον εἰς Ἀθήνας, πολλὰ καὶ μεγάλα κατειργασμένοι τῇ πατρίδι.

ὡς δ ἐγγὺς ἦσαν, ὁ δῆμος ἅπας ἀπήντα περιχαρὴς ἐπὶ τοῖς εὐημερήμασι: συνέδραμον δ εἰς τὸν Πειραιέα πολλοὶ καὶ τῶν ξένων, ἔτι δὲ παίδων καὶ γυναικῶν. εἶχε γὰρ πολλὴν κατάπληξιν τῶν στρατηγῶν ὁ κατάπλους:

ἦγον γὰρ τῶν ἡλωκυιῶν νεῶν οὐκ ἐλάττους διακοσίων, αἰχμαλώτων δὲ ἀνδρῶν καὶ λαφύρων πλῆθος: εἶχον δὲ τὰς ἰδίας τριήρεις ὅπλοις ἐπιχρύσοις καὶ στεφάνοις, ἔτι δὲ λαφύροις καὶ τοῖς ἄλλοις ἅπασιν ἐπιμελῶς κεκοσμημένας. πλεῖστοι δ ἐπὶ τὴν Ἀλκιβιάδου θέαν συνέδραμον ἐπὶ τοὺς λιμένας, ὥστε παντελῶς ἐρημωθῆναι τὴν πόλιν, συμφιλοτιμουμένων τοῖς ἐλευθέροις τῶν δούλων. κατ ἐκείνους γὰρ τοὺς χρόνους οὕτω συνέβη θαυμασθῆναι τὸν ἄνδρα τοῦτον, ὥσθ οἱ μὲν ὑπερέχοντες τῶν Ἀθηναίων μόγις ἐνόμιζον εὑρηκέναι δυνατὸν ἄνδρα τὸν φανερῶς καὶ θρασέως ἀντιτάξασθαι τῷ δήμῳ δυνάμενον, οἱ δ ἄποροι ὑπειλήφεισαν συναγωνιστὴν ἕξειν ἄριστον τὸν ἀπονενοημένως συνταράξοντα τὴν πόλιν καὶ τὴν ἑαυτῶν ἐπανορθώσοντα πενίαν.

θράσει γὰρ πολὺ διέφερε τῶν ἄλλων, καὶ δεινότατος ἦν εἰπεῖν, καὶ κατὰ μὲν τὴν στρατηγίαν ἄριστος, κατὰ δὲ τὴν τόλμαν πρακτικώτατος:

ἦν δὲ καὶ τὴν ὄψιν καθ ὑπερβολὴν εὐπρεπὴς καὶ τὴν ψυχὴν λαμπρὸς καὶ μεγαλεπίβολος. καθόλου δὲ τηλικαύτην ὑπόληψιν εἶχον ὑπὲρ αὐτοῦ σχεδὸν ἅπαντες, ὥσθ ἅμα τῇ κείνου καθόδῳ καὶ τὴν τῶν πραγμάτων εὐτυχίαν εἰς τὴν πόλιν ἥκειν διελάμβανον.

πρὸς δὲ τούτοις, ὥσπερ Λακεδαιμόνιοι τούτου συναγωνιζομένου προετέρουν, οὕτως ἑαυτοὺς πάλιν κατορθώσειν ἤλπιζον σύμμαχον ἔχοντες τὸν ἄνδρα τοῦτον. ἐπεὶ δ οὖν κατέπλευσεν ὁ στόλος, ἐπέστρεψε τὸ πλῆθος ἐπὶ τὴν Ἀλκιβιάδου ναῦν, ἐξ ἧς ἐκβάντα τὸν ἄνδρα πάντες ἐδεξιοῦντο, τοῖς εὐημερήμασιν ἅμα καὶ τῇ καθόδῳ συγχαίροντες.

ὁ δ ἀσπασάμενος τὰ πλήθη φιλανθρώπως ἐκκλησίαν συνήγαγε, καὶ πολλὰ τῶν καθ ἑαυτὸν ἀπολογησάμενος εἰς τοσαύτην εὔνοιαν τοὺς ὄχλους ἤγαγεν, ὥστε ὁμολογεῖν πάντας τὴν πόλιν αἰτίαν γεγονέναι τῶν κατ ἐκείνου ψηφισμάτων. διόπερ αὐτῷ τήν τε οὐσίαν ἀπέδωκαν ἣν ἐδήμευσαν, ἔπειτα δὲ τὰς στήλας κατεπόντισαν, ἐν αἷς ἦν ἡ καταδίκη καὶ τἄλλα τὰ κατ ἐκείνου κυρωθέντα:

ἐψηφίσαντο δὲ καὶ τοὺς Εὐμολπίδας ἆραι τὴν ἀράν, ἣν ἐποιήσαντο κατ αὐτοῦ καθ ὃν καιρὸν ἔδοξεν ἀσεβεῖν περὶ τὰ μυστήρια. τὸ δὲ τελευταῖον αὐτὸν στρατηγὸν καταστήσαντες αὐτοκράτορα καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, ἁπάσας τὰς δυνάμεις ἐνεχείρισαν αὐτῷ.

εἵλαντο δὲ καὶ στρατηγοὺς ἑτέρους οὓς ἐκεῖνος ἤθελεν, Ἀδείμαντον καὶ Θρασύβουλον. ὁ δ Ἀλκιβιάδης ἑκατὸν ναῦς πληρώσας ἐξέπλευσεν εἰς Ἄνδρον, καὶ καταλαβόμενος Γαύριον φρούριον ἐτείχισεν.

ἐξελθόντων δὲ τῶν Ἀνδρίων πανδημεὶ μετὰ τῶν παραφυλαττόντων τὴν πόλιν Πελοποννησίων ἐγενήθη μάχη, καθ ἣν ἐνίκησαν Ἀθηναῖοι: τῶν δ ἐκ τῆς πόλεως πολλοὶ μὲν ἀνῃρέθησαν, τῶν δὲ διασωθέντων οἱ μὲν κατὰ τὴν χώραν διεσκεδάσθησαν, οἱ δ ἐντὸς τῶν τειχῶν συνέφυγον. αὐτὸς δ Ἀλκιβιάδης προσβολὰς ποιησάμενος τῇ πόλει, ἐν μὲν τῷ πεφρουρημένῳ τείχει τὴν ἱκανὴν φυλακὴν κατέλιπε καὶ Θρασύβουλον ἡγεμόνα κατέστησεν, αὐτὸς δὲ μετὰ τῆς δυνάμεως ἐκπλεύσας τήν τε Κῶν καὶ Ῥόδον ἐδῄωσε, καὶ συχνὰς ὠφελείας ἤθροισε πρὸς τὰς τῶν στρατιωτῶν διατροφάς.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION