- 텍스트

Diodorus Siculus, Library, book xiii, chapter 66

(디오도로스 시켈로스, Library, book xiii, chapter 66)

τούτων δὲ πραττομένων Ἀλκιβιάδης καὶ Θρασύβουλος Λάμψακον τειχίσαντες, ἐν μὲν ταύτῃ τὴν ἱκανὴν φυλακὴν κατέλιπον, αὐτοὶ δὲ μετὰ τῆς δυνάμεως ἐξέπλευσαν πρὸς Θηραμένην, ὃς ἐπόρθει τὴν Χαλκηδόνα ναῦς μὲν ἔχων ἑβδομήκοντα, στρατιώτας δὲ πεντακισχιλίους.? ἀθροισθεισῶν δὲ τῶν δυνάμεων εἰς ἕνα τόπον ἀπετείχισαν τὴν πόλιν ἀπὸ θαλάττης εἰς θάλατταν ξυλίνῳ τείχει. ὁ δ ἐν τῇ πόλει καθεσταμένος ὑπὸ Λακεδαιμονίων Ἱπποκράτης ἡγεμών, ὃν οἱ Λάκωνες ἁρμοστὴν ἐκάλουν, τούς τ ἰδίους στρατιώτας προσήγαγε καὶ τοὺς Χαλκηδονίους ἅπαντας.

γενομένης δὲ καρτερᾶς μάχης, καὶ τῶν περὶ τὸν Ἀλκιβιάδην ἐρρωμένως ἀγωνισαμένων, ὅ τε Ἱπποκράτης ἔπεσε καὶ τῶν λοιπῶν οἱ μὲν ἀνῃρέθησαν, οἱ δὲ κατατρωθέντες συνέφυγον εἰς τὴν πόλιν. μετὰ δὲ ταῦτα Ἀλκιβιάδης μὲν εἰς Ἑλλήσποντον καὶ Χερρόνησον ἐξέπλευσε, βουλόμενος ἀθροῖσαι χρήματα, οἱ δὲ περὶ τὸν Θηραμένην ὁμολογίαν ἐποιήσαντο πρὸς Χαλκηδονίους φόρον λαμβάνειν παρ αὐτῶν ὅσον καὶ πρότερον.

ἐντεῦθεν δὲ τὰς δυνάμεις ἀπαγαγόντες πρὸς Βυζάντιον ἐπολιόρκουν τὴν πόλιν καὶ μετὰ πολλῆς σπουδῆς ἀποτειχίζειν ἐπεχείρησαν. Ἀλκιβιάδης δὲ ἀθροίσας χρήματα πολλοὺς αὑτῷ τῶν Θρᾳκῶν ἔπεισε συστρατεῦσαι, παρέλαβε δὲ καὶ τοὺς Χερρόνησον οἰκοῦντας πανδημεί, καὶ μετὰ πάσης τῆς δυνάμεως ἀναζεύξας πρῶτον μὲν Σηλυβρίαν διὰ προδοσίας εἷλεν, ἐξ ἧς πολλὰ χρήματα πραξάμενος ἐν μὲν ταύτῃ φρουρὰν κατέλιπεν, αὐτὸς δὲ διὰ τάχους ἧκε πρὸς τοὺς περὶ Θηραμένην εἰς Βυζάντιον.

ἀθροισθεισῶν δὲ τῶν δυνάμεων, οὗτοι μὲν τὰ πρὸς πολιορκίαν ἡτοιμάζοντο:

ἤμελλον γὰρ νικήσειν πόλιν βάρος ἔχουσαν καὶ γέμουσαν τῶν ὑπὲρ αὐτῆς ἀμυνομένων: χωρὶς γὰρ τῶν Βυζαντίων, πολλῶν ὄντων, Κλέαρχος ὁ Λακεδαιμόνιος ἁρμοστὴς εἶχε πολλοὺς ἐν τῇ πόλει τῶν Πελοποννησίων καὶ μισθοφόρους. μέχρι μὲν οὖν τινος προσβολὰς ποιούμενοι, κακὸν οὐδὲν ἀξιόλογον δρῶντες τοὺς ἔνδον διετέλουν:

ἐπεὶ δ ὁ τῆς πόλεως ἐπιστάτης ἀπῆλθε πρὸς Φαρνάβαζον, ὅπως λάβῃ χρήματα, τηνικαῦτά τινες τῶν Βυζαντίων, μισοῦντες τὸ βάρος τῆς ἐπιστασίας - ἦν γὰρ ὁ Κλέαρχος χαλεπός - , προύδωκαν τὴν πόλιν τοῖς περὶ τὸν Ἀλκιβιάδην. οὗτοι δὲ ὡς λύσοντες τὴν πολιορκίαν καὶ τὰς δυνάμεις ἀπάξοντες εἰς Ιὠνίαν δείλης ταῖς ναυσὶ πάσαις ἐξέπλευσαν, καὶ τὸ πεζὸν στράτευμα μέχρι τινὸς ἀπαγαγόντες, ὡς ἐπέλαβεν ἡ νύξ, πάλιν ὑπέστρεψαν καὶ περὶ μέσας νύκτας προσέμιξαν τῇ πόλει, καὶ τὰς μὲν τριήρεις ἀπέστειλαν προστάξαντες ἀφέλκειν τὰ πλοῖα καὶ κραυγὴν ποιεῖν, ὡς ἁπάσης ἐκεῖ τῆς δυνάμεως οὔσης, αὐτοὶ δὲ μετὰ τοῦ πεζοῦ στρατεύματος πρὸς τοῖς τείχεσιν ἐτήρουν τὸ συντεταγμένον παρὰ τῶν ἐνδιδόντων σύσσημον.

τῶν δ ἐν ταῖς τριήρεσι ποιησάντων τὸ προσταχθέν, καὶ τῶν πλοίων τὰ μὲν συντριβόντων ταῖς ἐμβολαῖς, τὰ δ ἀποσπᾶν πειρωμένων ταῖς σιδηραῖς χερσίν, ἔτι δὲ βοὴν ἐξαίσιον ποιούντων, οἱ μὲν κατὰ τὴν πόλιν ὄντες Πελοποννήσιοι καὶ πάντες οἱ τὴν ἀπάτην ἀγνοοῦντες ἐξεβοήθουν ἐπὶ τοὺς λιμένας.

διόπερ οἱ τὴν πόλιν προδιδόντες ἦραν τὸ σύσσημον ἀπὸ τοῦ τείχους, καὶ παρεδέχοντο τοὺς περὶ τὸν Ἀλκιβιάδην διὰ τῶν κλιμάκων κατὰ πολλὴν ἀσφάλειαν, ὡς ἂν τοῦ πλήθους ἐπὶ τὸν λιμένα συνδεδραμηκότος.

οἱ δὲ Πελοποννήσιοι πυθόμενοι τὸ γεγονός, τὸ μὲν πρῶτον τοὺς ἡμίσεις ἐπὶ τοῦ λιμένος ἀπέλιπον, τοῖς δὲ λοιποῖς κατὰ σπουδὴν ἐξεβοήθουν ἐπὶ τὰ κατειλημμένα τείχη.

ἤδη δὲ σχεδὸν πάσης τῆς δυνάμεως τῶν Ἀθηναίων παρεισπεπτωκυίας, ὅμως οὐ κατεπλάγησαν, ἀλλὰ πολὺν χρόνον ἀντιστάντες εὐρώστως τοὺς Ἀθηναίους ἠμύνοντο συναγωνιζομένων τῶν Βυζαντίων.

καὶ πέρας οὐκ ἂν ἐκράτησαν Ἀθηναῖοι τῆς πόλεως διὰ μάχης, εἰ μὴ συννοήσας τὸν καιρὸν Ἀλκιβιάδης ἐκήρυξε μηδὲν ἀδίκημα ποιεῖν τοῖς Βυζαντίοις: οὕτω γὰρ οἱ πολιτικοὶ μεταβαλλόμενοι τοὺς Πελοποννησίους ἠμύνοντο. ὅθεν οἱ πλεῖστοι μὲν αὐτῶν ἀνῃρέθησαν εὐγενῶς ἀγωνισάμενοι, οἱ δὲ περιλειφθέντες εἰς πεντακοσίους κατέφυγον πρὸς τοὺς ἐν τοῖς ἱεροῖς βωμούς.

οἱ δ Ἀθηναῖοι τοῖς μὲν Βυζαντίοις ἀπέδωκαν τὴν πόλιν, συμμάχους αὐτοὺς ποιησάμενοι, πρὸς δὲ τοὺς ἐπὶ τοῖς βωμοῖς ὄντας ἱκέτας ὁμολογίας ἔθεντο, τὰ μὲν ὅπλα παραλαβεῖν, τὰ δὲ σώματα εἰς Ἀθήνας κομίσαντες ἐπιτρέψαι τῷ δήμῳ περὶ αὐτῶν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION