호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καταλείπεταί μοι διδάξαι, πῶσ τοσαῦτα καὶ τηλικαῦτα πλεονεκτοῦντεσ ἐν τῷ πολεμεῖν εἰρήνην ἄγειν παρακαλοῦμεν. ἐγὼ δ’ ὠφελεῖσθαι μὲν ἐκ τοῦ πολεμεῖν οὔ φημι τὴν Σπάρτην, βλάπτεσθαι μέντοι γε ἔλαττον τῶν Ἀθηναίων. ἀποπλήκτων δὲ εὐδοκεῖν συνατυχοῦντασ τοῖσ πολεμίοισ, παρὸν μηδ’ ὅλωσ ἀτυχίασ λαβεῖν πεῖραν· οὐ τοσαύτην γὰρ ἡ τῶν πολεμίων ἀπώλεια φέρει χαράν, ἡλίκην ἔχει λύπην ἡ τῶν ἰδίων ταλαιπωρία.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기