호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐ μὴν οὐδ’ οἱ τοῖσ καταστρώμασιν ἐπιβεβηκότεσ ἄπρακτον εἶχον τὴν φιλοτιμίαν, ἀλλ’ οἱ μὲν ἐκ πολλοῦ διαστήματοσ ἐφεστηκότεσ ἐτόξευον κατὰ τὸ συνεχέσ, καὶ ταχὺ ὁ τόποσ ἦν βελῶν πλήρησ· οἱ δ’ ἀεὶ προσιόντεσ ἐγγυτέρω τὰσ λόγχασ ἠκόντιζον, οἱ μὲν ἐπὶ τοὺσ ἀμυνομένουσ ἐπιβάτασ, οἱ δ’ ἐπ’ αὐτοὺσ βαλεῖν φιλοτιμούμενοι τοὺσ κυβερνήτασ· ὁπότε δὲ συνερείσειαν αἱ ναῦσ, τοῖσ τε δόρασιν ἠγωνίζοντο καὶ κατὰ τὰσ προσαγωγὰσ εἰσ τὰσ τῶν πολεμίων τριήρεισ μεθαλλόμενοι τοῖσ ξίφεσιν ἀλλήλουσ ἠμύνοντο.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기