- 텍스트

Diodorus Siculus, Library, book xiii, chapter 42

(디오도로스 시켈로스, Library, book xiii, chapter 42)

τῶν δὲ στρατιωτῶν ἀσμένως τοὺς λόγους προσδεξαμένων, καὶ περὶ τούτων διαπεμψαμένων εἰς Ἀθήνας, ἔδοξε τῷ δήμῳ τὸν ἄνδρα τῶν ἐγκλημάτων ἀπολῦσαι καὶ μεταδοῦναι τῆς στρατηγίας:? θεωροῦντες γὰρ αὐτοῦ τὸ πρακτικὸν τῆς τόλμης καὶ τὴν παρὰ τοῖς Ἕλλησι δόξαν, ὑπελάμβανον, ὅπερ ἦν εἰκός, οὐ μικρὰν ῥοπὴν ἔσεσθαι τοῖς σφετέροις πράγμασι τούτου προσγενομένου. καὶ γὰρ ὁ τῆς πολιτείας ἀφηγούμενος τότε Θηραμένης, ἀνὴρ εἰ καί τις ἄλλος εἶναι δόξας συνετός, τῷ δήμῳ συνεβούλευσε κατάγειν τὸν Ἀλκιβιάδην.

τούτων δ ἀπαγγελθέντων εἰς Σάμον, Ἀλκιβιάδης πρὸς αἷς εἶχεν ἰδίαις ναυσὶ τρισκαίδεκα ἐννέα προσέλαβε, καὶ μετὰ τούτων ἐκπλεύσας εἰς Ἁλικαρνασσὸν παρὰ τῆς πόλεως εἰσεπράξατο χρήματα. μετὰ δὲ ταῦτα τὴν Μεροπίδα πορθήσας μετὰ πολλῆς λείας ἀνέπλευσεν εἰς Σάμον.

πολλῶν δὲ συναχθέντων λαφύρων, τοῖς τ ἐν Σάμῳ στρατιώταις καὶ τοῖς μεθ ἑαυτοῦ διελόμενος τὰς ὠφελείας ταχὺ τοὺς εὖ παθόντας εὔνους ἑαυτῷ κατεσκεύασεν. περὶ δὲ τὸν αὐτὸν χρόνον Ἀντάνδριοι, φρουρὰν ἔχοντες, μετεπέμψαντο παρὰ Λακεδαιμονίων στρατιώτας, μεθ ὧν ἐκβαλόντες τὴν φυλακὴν ἐλευθέραν ᾤκουν τὴν πατρίδα:

οἱ γὰρ Λακεδαιμόνιοι περὶ τῆς εἰς Φοινίκην ἀποστολῆς τῶν τριακοσίων νεῶν ἐγκαλοῦντες τῷ Φαρναβάζῳ τοῖς Ἄντανδρον οἰκοῦσι συνεμάχησαν. τῶν δὲ συγγραφέων Θουκυδίδης μὲν τὴν ἱστορίαν κατέστροφε, περιλαβὼν χρόνον ἐτῶν εἴκοσι καὶ δυοῖν ἐν βύβλοις ὀκτώ:

τινὲς δὲ διαιροῦσιν εἰς ἐννέα: Ξενοφῶν δὲ καὶ Θεόπομπος ἀφ ὧν ἀπέλιπε Θουκυδίδης τὴν ἀρχὴν πεποίηνται, καὶ Ξενοφῶν μὲν περιέλαβε χρόνον ἐτῶν τεσσαράκοντα καὶ ὀκτώ, Θεόπομπος δὲ τὰς Ἑλληνικὰς πράξεις διελθὼν ἐπ ἔτη ἑπτακαίδεκα καταλήγει τὴν ἱστορίαν εἰς τὴν περὶ Κνίδον ναυμαχίαν ἐν βύβλοις δώδεκα. τὰ μὲν οὖν κατὰ τὴν Ἑλλάδα καὶ τὴν Ἀσίαν ἐν τούτοις ἦν.

Ῥωμαῖοι δὲ πρὸς Αἴκους διαπολεμοῦντες ἐνέβαλον αὐτῶν εἰς τὴν χώραν μετὰ πολλῆς δυνάμεως: περιστρατοπεδεύσαντες δὲ πόλιν Βώλας ὀνομαζομένην ἐξεπολιόρκησαν. τῶν δὲ κατὰ τὸν ἐνιαυτὸν τοῦτον πράξεων τέλος ἐχουσῶν Ἀθήνησι μὲν ἦρχε Γλαύκιππος, ἐν δὲ τῇ Ῥώμῃ κατεστάθησαν ὕπατοι Μάρκος Κορνήλιος καὶ Λεύκιος Φούριος.

περὶ δὲ τούτους τοὺς χρόνους Αἰγεσταῖοι κατὰ τὴν Σικελίαν σύμμαχοι γεγενημένοι τοῖς Ἀθηναίοις κατὰ Συρακοσίων, καταλυθέντος τοῦ πολέμου περιδεεῖς καθειστήκεισαν: ἤλπιζον γάρ, ὅπερ ἦν εἰκός, τιμωρίαν δώσειν τοῖς Σικελιώταις, ὑπὲρ ὧν εἰς αὐτοὺς ἐξήμαρτον. τῶν δὲ Σελινουντίων περὶ τῆς ἀμφισβητησίμου χώρας πολεμούντων αὐτούς, ἑκουσίως ἐξεχώρουν, εὐλαβούμενοι, μὴ διὰ ταύτην τὴν πρόφασιν οἱ Συρακόσιοι συνεπιλάβωνται τοῦ πολέμου τοῖς Σελινουντίοις, καὶ κινδυνεύσωσιν ἄρδην ἀπολέσαι τὴν πατρίδα.

ἐπεὶ δ οἱ Σελινούντιοι χωρὶς τῆς ἀμφισβητησίμου πολλὴν τῆς παρακειμένης ἀπετέμοντο, τηνικαῦθ οἱ τὴν Αἴγεσταν οἰκοῦντες πρέσβεις ἀπέστειλαν εἰς Καρχηδόνα, δεόμενοι βοηθῆσαι καὶ τὴν πόλιν αὐτοῖς ἐγχειρίζοντες.

καταπλευσάντων δὲ τῶν πεμφθέντων, καὶ τῇ γερουσίᾳ τὰς παρὰ τοῦ δήμου δεδομένας ἐντολὰς εἰπόντων, οὐ μετρίως διηπόρησαν οἱ Καρχηδόνιοι:

ἅμα μὲν γὰρ ἐπεθύμουν παραλαβεῖν πόλιν εὔκαιρον, ἅμα δ ἐφοβοῦντο τοὺς Συρακοσίους, ἑωρακότες προσφάτως καταπεπολεμημένας τὰς τῶν Ἀθηναίων δυνάμεις. οὐ μὴν ἀλλὰ καὶ τοῦ παρ αὐτοῖς πρωτεύοντος Ἀννίβου συμβουλεύοντος παραλαβεῖν τὴν πόλιν, τοῖς μὲν πρεσβευταῖς ἀπεκρίθησαν βοηθήσειν, εἰς δὲ τὴν τούτων διοίκησιν, ἂν ᾖ χρεία πολεμεῖν, στρατηγὸν κατέστησαν τὸν Ἀννίβαν, κατὰ νόμους τότε βασιλεύοντα.

οὗτος δὲ ἦν υἱωνὸς μὲν τοῦ πρὸς Γέλωνα πολεμήσαντος Ἀμίλκου καὶ πρὸς Ἱμέρᾳ τελευτήσαντος, υἱὸς δὲ Γέσκωνος, ὃς διὰ τὴν τοῦ πατρὸς ἧτταν ἐφυγαδεύθη καὶ κατεβίωσεν ἐν τῇ Σελινοῦντι. ὁ δ οὖν Ἀννίβας, ὢν μὲν καὶ φύσει μισέλλην, ὁμοῦ δὲ τὰς τῶν προγόνων ἀτιμίας διορθώσασθαι βουλόμενος, ἔσπευδε δι ἑαυτοῦ τι κατασκευάσαι χρήσιμον τῇ πατρίδι.

θεωρῶν οὖν τοὺς Σελινουντίους οὐκ ἀρκουμένους τῇ παραχωρήσει τῆς ἀμφισβητησίμου χώρας, πρέσβεις ἀπέστειλε μετὰ τῶν Αἰγεσταίων πρὸς Συρακοσίους, ἐπιτρέπων αὐτοῖς τὴν κρίσιν τούτων, τῷ μὲν λόγῳ προσποιούμενος δικαιοπραγεῖν, τῇ δ ἀληθείᾳ νομίζων ἐκ τοῦ μὴ βούλεσθαι τοὺς Σελινουντίους διακριθῆναι μὴ συμμαχήσειν αὐτοῖς τοὺς Συρακοσίους. ἀποστειλάντων δὲ καὶ Σελινουντίων πρέσβεις, διακριθῆναι μὲν μὴ βουλομένων, πολλὰ δὲ πρὸς τοὺς παρὰ Καρχηδονίων καὶ τῶν Αἰγεσταίων πρέσβεις ἀντειπόντων, τέλος ἔδοξε τοῖς Συρακοσίοις ψηφίσασθαι τηρεῖν πρὸς μὲν Σελινουντίους τὴν συμμαχίαν, πρὸς δὲ Καρχηδονίους τὴν εἰρήνην.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION