호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μετὰ δὲ ταῦθ’ οἱ περὶ τὸν Θρασύβουλον ἔστησαν τρόπαιον ἐπὶ τῆσ ἄκρασ, οὗ τὸ τῆσ Ἑκάβησ ἐστὶ μνημεῖον, καὶ τοὺσ ἀπαγγελοῦντασ τὴν νίκην εἰσ Ἀθήνασ ἔπεμψαν, αὐτοὶ δὲ μετὰ παντὸσ τοῦ στόλου τὸν πλοῦν ἐπὶ Κύζικον ἐποιήσαντο· αὕτη γὰρ πρὸ τῆσ ναυμαχίασ ἦν ἀφεστηκυῖα πρὸσ Φαρνάβαζον τὸν Δαρείου στρατηγὸν καὶ Κλέαρχον τὸν Λακεδαιμονίων ἡγεμόνα. εὑρόντεσ δ’ αὐτὴν ἀτείχιστον ῥᾳδίωσ τῆσ ἐπιβολῆσ ἐκράτησαν, καὶ χρήματα πραξάμενοι τοὺσ Κυζικηνοὺσ ἀπέπλευσαν εἰσ Σηστόν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기