- 텍스트

Diodorus Siculus, Library, book xiii, chapter 40

(디오도로스 시켈로스, Library, book xiii, chapter 40)

τῶν γὰρ Πελοποννησίων ὑπερεχόντων τῷ πλήθει τῶν νεῶν καὶ ταῖς τῶν ἐπιβατῶν ἀρεταῖς, ἡ τέχνη τῶν κυβερνητῶν ἄχρηστον τὴν ὑπεροχὴν τῶν ἐναντίων ἐποίει.? ὁπότε γὰρ οἱ Πελοποννήσιοι κατὰ σπουδὴν ἀθρόαις ταῖς ναυσὶν εἰς ἐμβολὴν ἐπιφέροιντο, τὰς ἑαυτῶν οὕτως φιλοτέχνως καθίστανον, ὥστε τοῦ μὲν ἄλλου μέρους αὐτὰς μὴ δύνασθαι θιγεῖν, τοῖς δὲ στόμασι τῶν ἐμβόλων μόνοις ἀναγκάζεσθαι συμβάλλειν. διόπερ ὁ Μίνδαρος ὁρῶν ἄπρακτον οὖσαν τὴν ἐκ τῶν ἐμβολῶν βίαν, κατ ὀλίγας καὶ κατὰ μίαν ἐκέλευσε συμπλέκεσθαι.

οὐ μὴν οὐδ ἐνταῦθα τὴν τῶν κυβερνητῶν τέχνην ἄπρακτον εἶναι συνέβαινεν, ἀλλ εὐφυῶς ἐκκλίνοντες τὰς τῶν νεῶν ἐπιφερομένας ἐμβολὰς πλαγίαις ἐνέσειον καὶ πολλὰς κατετίτρωσκον. φιλοτιμίας δ ἐμπεσούσης εἰς ἀμφοτέρους, οὐ μόνον ταῖς ἐμβολαῖς διεκινδύνευον, ἀλλὰ συμπλεκόμενοι τοῖς ἐπιβάταις διηγωνίζοντο.

πολλὰ δ ὑπὸ τῆς τοῦ ῥοῦ βίας διακωλυόμενοι πράττειν ἐφ ἱκανὸν χρόνον διεκινδύνευον, οὐδετέρων δυναμένων τυχεῖν τῆς νίκης. ἰσορρόπου δὲ τῆς μάχης οὔσης, ἐπεφάνησαν ὑπέρ τινος ἄκρας ναῦς εἴκοσι πέντε παρὰ τῶν συμμάχων ἀπεσταλμέναι τοῖς Ἀθηναίοις.

φοβηθέντες δὲ οἱ Πελοποννήσιοι πρὸς τὴν Ἄβυδον ἔφυγον, ἐξαπτομένων τῶν Ἀθηναίων καὶ φιλοτιμότερον διωξάντων. τῆς δὲ ναυμαχίας τοιοῦτον τέλος λαβούσης, Ἀθηναῖοι ναῦς ἔλαβον ὀκτὼ μὲν Χίων, πέντε δὲ Κορινθίων, Ἀμβρακιωτῶν δὲ δύο, Συρακοσίων δὲ καὶ Πελληνέων καὶ Λευκαδίων μίαν ἐξ ἑκάστων:

αὐτοὶ δὲ πέντε ναῦς ἀπέβαλον, ἃς πάσας βυθισθῆναι συνέβη. μετὰ δὲ ταῦθ οἱ περὶ τὸν Θρασύβουλον ἔστησαν τρόπαιον ἐπὶ τῆς ἄκρας, οὗ τὸ τῆς Ἑκάβης ἐστὶ μνημεῖον, καὶ τοὺς ἀπαγγελοῦντας τὴν νίκην εἰς Ἀθήνας ἔπεμψαν, αὐτοὶ δὲ μετὰ παντὸς τοῦ στόλου τὸν πλοῦν ἐπὶ Κύζικον ἐποιήσαντο:

αὕτη γὰρ πρὸ τῆς ναυμαχίας ἦν ἀφεστηκυῖα πρὸς Φαρνάβαζον τὸν Δαρείου στρατηγὸν καὶ Κλέαρχον τὸν Λακεδαιμονίων ἡγεμόνα. εὑρόντες δ αὐτὴν ἀτείχιστον ῥᾳδίως τῆς ἐπιβολῆς ἐκράτησαν, καὶ χρήματα πραξάμενοι τοὺς Κυζικηνοὺς ἀπέπλευσαν εἰς Σηστόν. Μίνδαρος δ ὁ τῶν Λακεδαιμονίων ναύαρχος ἀπὸ τῆς ἥττης φυγὼν εἰς Ἄβυδον τάς τε πεπονηκυίας ναῦς ἐπεσκεύασε καὶ πρὸς τὰς ἐν Εὐβοίᾳ τριήρεις ἀπέστειλεν Ἐπικλέα τὸν Σπαρτιάτην, προστάξας ἄγειν τὴν ταχίστην.

ὃς ἐπεὶ κατέπλευσεν εἰς Εὔβοιαν, ἀθροίσας τὰς ναῦς οὔσας πεντήκοντα κατὰ σπουδὴν ἀνήχθη:

καὶ κατὰ τὸν Ἄθω γενομένων τῶν τριήρων ἐπεγενήθη χειμὼν τηλικοῦτος ὥστε τὰς μὲν ναῦς ἁπάσας ἀπολέσθαι, τῶν δὲ ἀνδρῶν δώδεκα μόνον διασωθῆναι. δηλοῖ δὲ τὰ περὶ τούτων ἀνάθημα κείμενον ἐν τῷ περὶ Κορώνειαν νεῷ, καθάπερ φησὶν Ἔφορος, τὴν ἐπιγραφὴν ἔχον ταύτην:

οἵδ ἀπὸ πεντήκοντα νεῶν θάνατον προφυγόντες πρὸς σκοπέλοισιν Ἄθω σώματα γῇ πέλασαν δώδεκα, τοὺς δ ἄλλους ὄλεσεν μέγα λαῖτμα θαλάσσης, νῆάς τε στυγεροῖς πνεύμασι χρησαμένας. περὶ δὲ τὸν αὐτὸν καιρὸν Ἀλκιβιάδης ἔχων τρισκαίδεκα τριήρεις κατέπλευσε πρὸς τοὺς ἐν Σάμῳ διατρίβοντας, οἳ πάλαι προακηκοότες ἦσαν, ὅτι πεπεικὼς εἰή τὸν Φαρνάβαζον μηκέτι ταῖς τριακοσίαις ναυσὶ βοηθεῖν τοῖς Λακεδαιμονίοις.

φιλοφρόνως δ αὐτὸν ἀποδεξαμένων τῶν ἐν τῇ Σάμῳ, διελέγετο πρὸς αὐτοὺς περὶ τῆς καθόδου, πολλὰ κατεπαγγελλόμενος χρήσιμος ἔσεσθαι τῇ πατρίδι, ὁμοίως καὶ τὰ καθ ἑαυτὸν ἀπολογησάμενος, καὶ πολλὰ τὴν ἑαυτοῦ δακρύσας τύχην, ὅτι τὴν ἰδίαν ἀρετὴν ὑπὸ τῶν ἐχθρῶν ἠνάγκασται κατὰ τῆς πατρίδος ἐνδείξασθαι.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION